[ ] Phokis — Delphi — 138 BC
1 ἄρχοντος Τιμοκρίτου τοῦ Εὐκλείδ[α, μηνὸς Δα]ιδαφ[ορ]ί-
ου, βουλευόντων τὰν πρώταν ἑξάμην[ον Πυρρία] τοῦ Ἀρχελά-
ου, Σωτύλου τοῦ Τιμοκλέος, γραμματε[ύον]τος δὲ Κλεοδά-
μου τοῦ Πολυκράτεος, ἐπὶ τοῖσδε ἀπέδοντο Εὐάγγελος Πάτρω-
5 νος, Χάριξα Μελισσίωνος, συνευδοκεούσας καὶ τᾶς θυγατρὸς
αὐτῶν Αἰνήσας τᾶς Εὐαγγέλου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
ἀνδρεῖον, ὧι ὄνομα Σώτηρος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν
τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Σώτηρος τὰν ὠνὰν
τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
10 των τὸν πάντα βίον, ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων οἷς κα θέλῃ. βε-
βαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀμύντας Εὐδώρου Δελφός.
εἰ δέ τις ἐφάπτοιτο Σωτήρου ἐπὶ καταδουλισμῶι, βέβαιον πα-
ρεχόντω τὰν ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι Εὐάγγελος, Χάρι-
ξα, καὶ ὁ βεβαιωτὴρ Ἀμύντας κατὰ τὸν νόμον· ὁμοίως δὲ καὶ οἱ
15 παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Σώτηρον ὡς
ἐλεύθερον ὄντα, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ
Πυθίου Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου, καὶ οἱ ἄρχοντες τᾶς
πόλιος Πυρρίας Ἀρχελάου, Σωτύλος Τιμοκλέος, Κλεόδαμος
20 *POLUKRA/TEOS, KAI\ I)DIW=TAI *BABU/LOS *AI)AKI/DA, *LAI[2A/]2DAS *BABU/LOU,
Καλλικράτης Διοδώρου, Φίλαγρος Φίλωνος, Τιμοκλῆς Πο-
λύωνος, Διονύσιος καὶ Πολίτας οἱ Ἀσάνδρου, Ἁγίων
Πολυκλείτου, Πολυτιμίδας Μελισσίωνος, Τιμομαχί-
δας.
Search Help
Contact Us