FD III 2:208
[ ] Phokis — Delphi — ca. 251 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Στασιά-
νακτι Ἀριστίππου Ἀντιοχεῖ
ἀπὸ <Κ>ύδνου, αὐτῶι καὶ ἐκγό-
5 νοις, προ[ξε]νίαν, προμαν-
τείαν, προεδρίαν, προδικίαν,
ἀσυλίαν, ἀτέλειαν πάντων,
καὶ τἄλλα ὅσα καὶ τοῖς
ἄλλοις προξένοις καὶ εὐ-
10 εργ[έ]ταις. ἄρχοντος
Δίωνος, βουλευόντων
Ἀρισταγόρα, Ξένωνος.
[χ]εκρατίδα, Εὐίππου.
Search Help
Contact Us