[ ]
Phokis — Delphi — 273 BC — SIG(3) 416
1 | <ἐ>πὶ Ἀρχιάδα ἄρ[χ]οντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντ[ων] |
Αἰτωλῶν Φιλλέα, Νικοστρ[άτ]ου, Κορινθίου, Δελφῶν Ἀναξανδρί[δα], | |
Νικοδάμου, Βοιωτῶν Εὐγείτονος, Ἐπικύδου, Φωκέω[ν] Νικοκλέο[ς], | |
Νικοπόλιος, Αἰνιάνων Εὐξένου, Ἀριστο[φ]ύλου, Ἐρετριέων | |
5 | Αἰσχύλου, Τροι[ζ]ανίων Στράτωνος, Λοκρῶν Ἐχέμμα, |
Ἀθηναίων Φαλα<ί>σκου, Δωριέων Αἰνήσωνος· ἔδοξε τοῖς | |
ἱερομνήμοσιν· ἐπειδὴ Κεφαλίων Μεγαρεὺς καὶ Βοΐδι[ο]ν | |
Μεγαρική, μηνύσαντες τἀληθῆ τῶι [θ]εῶι Διοπείθην | |
Ἀθηναῖον ἔχοντα τὰ ἱερὰ χρήματα τοῦ Ἀπόλλωνος [τοῦ Πυ]- | |
10 | θίου τάλαντα ὀκτώ, καὶ ἐγδικασαμένου Κεφαλί[ωνος] |
καὶ Βοϊδίου ἐν τοῖς ἱερο[μ]νήμοσιν, καὶ [κ]αταγνόντω[ν τῶν] | |
ἱερομνημόνων, καὶ ὄντος ἐν τῶι ζυγάστρωι Διο[πείθους] | |
ὀφε[ί]λων τῶι θεῶι τάλαντα ὀκτώ, ἔδωκαν οἱ ἱερομν[ήμονες] | |
Κεφαλίωνι καὶ Βοϊ[δ]ίωι Μεγαρεῦσιν καὶ ἐκγό[νοις αὐτῶν] | |
15 | καὶ Οἵκιδι Ἀργείωι προδικίαν καὶ ἀσφάλειαν [κατὰ τὸν] |
νόμον, ἐπειδὴ φαίνονται μεγάλα τὸν θ[εὸν ․․․․․․․․] | |
εὐεργετηκότες. |