[ ] Phokis — Delphi — 273 BC — SIG(3) 416
1 <ἐ>πὶ Ἀρχιάδα ἄρ[χ]οντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντ[ων]
Αἰτωλῶν Φιλλέα, Νικοστρ[άτ]ου, Κορινθίου, Δελφῶν Ἀναξανδρί[δα],
Νικοδάμου, Βοιωτῶν Εὐγείτονος, Ἐπικύδου, Φωκέω[ν] Νικοκλέο[ς],
Νικοπόλιος, Αἰνιάνων Εὐξένου, Ἀριστο[φ]ύλου, Ἐρετριέων
5 Αἰσχύλου, Τροι[ζ]ανίων Στράτωνος, Λοκρῶν Ἐχέμμα,
       Ἀθηναίων Φαλα<ί>σκου, Δωριέων Αἰνήσωνος· ἔδοξε τοῖς
ἱερομνήμοσιν· ἐπειδὴ Κεφαλίων Μεγαρεὺς καὶ Βοΐδι[ο]ν
Μεγαρική, μηνύσαντες τἀληθῆ τῶι [θ]εῶι Διοπείθην
       Ἀθηναῖον ἔχοντα τὰ ἱερὰ χρήματα τοῦ Ἀπόλλωνος [τοῦ Πυ]-
10 θίου τάλαντα ὀκτώ, καὶ ἐγδικασαμένου Κεφαλί[ωνος]
καὶ Βοϊδίου ἐν τοῖς ἱερο[μ]νήμοσιν, καὶ [κ]αταγνόντω[ν τῶν]
ἱερομνημόνων, καὶ ὄντος ἐν τῶι ζυγάστρωι Διο[πείθους]
ὀφε[ί]λων τῶι θεῶι τάλαντα ὀκτώ, ἔδωκαν οἱ ἱερομν[ήμονες]
Κεφαλίωνι καὶ Βοϊ[δ]ίωι Μεγαρεῦσιν καὶ ἐκγό[νοις αὐτῶν]
15 καὶ Οἵκιδι Ἀργείωι προδικίαν καὶ ἀσφάλειαν [κατὰ τὸν]
νόμον, ἐπειδὴ φαίνονται μεγάλα τὸν θ[εὸν ․․․․․․․․]
εὐεργετηκότες.
Search Help
Contact Us