[ ]
Phokis — Delphi — beg. 3rd c. BC
| 1 | [θ]ε[οί]. |
| Δελφοὶ ἔδωκαν Πλ[ά]τωνι Κελε[υ]σίου Ἀθη- | |
| ναίωι, φυλῆς Ἱπποθωντίδος, δήμου ἐξ Οἴου, | |
| αὐτῶι καὶ ἐκγόνοι[ς], προξενίαν, προμαντεί- | |
| 5 | αν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν |
| πάντων, καὶ τἄλλ’ ὅσα καὶ τοῖς ἄλλοις προ- | |
| ξένοις. ἄρχοντος Διοδώρου, βουλευόντων | |
| Χαριξένου, Ἀρχέλα, Ἐ[χ]ύλλου. |