[ ] Phokis — Delphi — 130 BC
1 [ἄρχο]ντος Ἀριστί[ωνος, μηνὸ]ς Ἐνδυσπ[οι]-
[τροπίου, βου]λευόντ[ων τὰν δε]υτέραν ἑξά-
[μηνον Μεγ]άρτα τοῦ Με[λισ]σίωνος, Βαβύ-
[λου τοῦ Ἀνδρ]ομένεος, γραμματεύοντο[ς]
5 [δ]ὲ βουλ[ᾶ]ς Ἀρίστωνος τοῦ Ἥρυος, ἐπὶ τοῖ[σ]-
[δ]ε ἀπέδοτο Χαρίξενος Ἀλέξωνος, συνε[υ]-
[δ]οκέονοτς καὶ τοῦ υἱοῦ Ἀλέξωνος τοῦ
[Χ]αριξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμ[α]
[γ]υναικεῖον ἇι ὄνομα Ἐρωτίς, τὸ γένος ἐν-
10 [δ]ογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τ[ι]-
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε τῶι θ[ε]-
ῶι τὰν ὠνὰν Ἐρωτίς, ἐφ’ ὧιτε αὐτὰ εἶμεν ἐ-
λευθέρα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα βίον, π[ο]ι[έ]ουσα ὃ κα θέλῃ καὶ ἀποτρέχο[υ]-
15 σα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς νόμου[ς]
τᾶς πόλιος Κλεό[δαμ]ος Μαντία. εἰ δέ τις ἐφ[ά]-
πτοιτο Ἐρωτίδος [ἐ]πὶ [κ]αταδουλισμῶι, βέβαι-
[ο]ν [παρεχ]έτω τὰν ὠνὰν τῶι θεῶι ὅ τε ἀποδόμε-
[νος, καὶ ὁ] βεβαιωτὴρ βεβαιούτω· καὶ ὁμοίως οἱ π[α]-
20 [ρατυγχ]άνοντες κύριοι ἐόντω συλέοντες Ἐρω-
[τίδα ὡ]ς ἐλευθ[έ]ραν οὖσαν, ἀζάμιοι ἐόντες κ[αὶ]
[ἀνυπό]δικοι [ο]ἱ συλέοντες πάσας δίκας καὶ ζ[αμί]-
[άς. μ]άρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Κ[αλ]-
[λία, Ἄ]θαμβος Ἁβρομάχου, καὶ ἰδιῶται Δαμόστρ[α]-
25 [τ]ος Μενεστράτου, Πύρρος Ἀμεινία, Πασίων Κλέ[ω]-
[ν]ος, Ἀτεισίδας Ὀρθαί[ου. ]
Search Help
Contact Us