FD III 2:159
[ ] Phokis — Delphi — undated — SIG(3) 403
1 Δελφοὶ ἔδωκαν Κυβέρνι-
δι Κυδίου Ἀθηναίωι,
φυλῆς Λεωντίδος, δή-
μου Ἁλιμουσίωι, αὐτῶι καὶ
5 ἐγγόνοις, προξενίαν, [πρ]ο-
μαντείαν, προεδρίαν, π[ρο]-
δικίαν, ἀσυλίαν, ἀτέλει[αν]
πάντων, καὶ τἄλλα ὅσα κα[ὶ]
τοῖς ἄλλοις προξένοις.
10 ἄρχοντος Κράτωνος, βου-
λευόντων Εὐδόκου, Βούλω-
νος, Ἀριστίωνος.
Search Help
Contact Us