[ ]
Phokis — Delphi — undated — CID 3.2
| 1 | [πα]ι̣ὰν δὲ καὶ π[οθό]διον {²⁶πρόσοδιον}²⁶ εἰς τ[ὸν θεὸν ὃ ἐπό]η̣σε[(ν) ․․․․․․15․․․․․․․]ν<α>ιμηνι̣[․․․․]ο̣ινο[— — —]. |
| I.1 | [ἴ]τ’ ἐπὶ τηλέσκοπον ταάν[δ]ε Πα[ρνασί]αν [φιλόχορον?] |
| δικόρυφον κλειειτύν, ὕμνωων κ[ατάρ]χ̣[ετε δ’ ἐμῶν], | |
| Πιερίδες, αἳ νιφοβόλους πέτρας ναίεθ’ [Ἐλι]κωνίδ̣[ας]· | |
| μέλπετε δὲ Πύθιον χ̣[ρ]υ̣σεοχαίταν, ἕ[κατ]ον, εὐλύραν | |
| 5 | Φοῖβον, ὃν ἔτικτε Λατὼ μάκαιρα πα[ρὰ λίμναι] κ̣λυτᾶι, |
| χερσὶ γλαυκα[ᾶ]ς ἐλαίας θιγουοῦ[σ’ ὄζον ἐν ἀγωνίαι]ς | |
| ἐριθα[λῆ]. | |
| πᾶ̣[ς δὲ γ]άθησε πόλος οὐράνιος̣ [ἀννέφελος, αἀγ]- | |
| [λαός· ν]ηνέμους δ’ ἔσχεν αἰθηὴρ ἀε̣[λλωῶν ταχυπετ]εῖς | |
| 10 | [δρό]μους· λῆξε δὲ βαρύβρομον Νη[ηρέως ζαμενὲς ο]εἶ- |
| δμ’ ἠδὲ μέγας Ὠκεανός, ὃς πέριξ γ[αᾶν ὑγραεῖς ἀγ]κά- | |
| λαις αἀμπέχει. | |
| τότε λιπὼγ Κυυνθίαν ναᾶσον ἐ[πέβα θεὸ]ς πρω[τό]- | |
| καρπογ κλυτὰν Ἀτ<θ>ίδ’ ἐπὶ γααλ[όφωι πρωῶνι] Τριτωωνίδος· | |
| 15 | μελίπνοον δὲ λίβυς αὐδὰγ χέω[ν λωωτὸς ἀνέμελ]πεν [ἁ]- |
| δειεῖαν ὄπα μειγνύμενος αιεἰόλ[οις κιθάριος μέλεσιν]· | |
| [ἅ]μα δ’ ἴαχεμ πετροκατοίκητος ἀχ[ὼ παιὰν ἰὲ παιάν· ὃ]δ̣ὲ̣ γ̣έ̣γ̣α̣- | |
| θ’, ὅτι νόωι δεξάμενος αἀμβρόταν Δι̣[ὸς ἐπέγνω φρέ]ν̣’· ἀνθ’ ωὦν | |
| ἐκείνας ἀπ’ ἀρχᾶς Παιήονα κικλήισκ[ομεν ἅπας λ]αὸς α[ὐτο]- | |
| 20 | χθόνων ἡδὲ Βάκχου μέγας θυρσοπλὴ[ξ ἑσμὸς ἱ]ερὸς τεχνι- |
| τωῶν ἔνοικοος πόλει Κεκροπίαι. vac. ἀ[λλὰ χρησμ]ωιδὸν | |
| ὃς ἔχειεις τρίποδα, βαῖν’ ἐπὶ θεοστιβ[έα ταάνδα Π]αρνα[α]- | |
| σίαν δειράδα φιλένθεον. ἀμφὶ πλόκ[αμον σὺ δ’ οἰ]ν̣ω̣[ῶπα] | |
| δάφνας κλάδον πλεξάμενος ἀαπ[λέτους θεμελίους τ’] | |
| 25 | αἀμγρόται χειρὶ σύρων, ἄναξ, Γ[ᾶς πελώ̣ρωι συναντᾶις] |
| κόραι. vac. ἀλλὰ Λαατοῦς ἐρατογ[λέφαρον ἔρνος ἀγρ]- | |
| [ία]μ παῖδα Γα[ᾶς] τ̣’ ἔπεφνες ἰοῖς, ὁ[μοῦ τ’ ἀναβοᾶς(?) ἣ δὲ] | |
| II.28 | πόθον ἔσχε ματρὸς [φίλης? ․․․․] |
| [․․]ηρ ἃ κατέκτ[α]ς̣ οσ[․․․․] | |
| 30 | [συ]ύριγμ’ ἀπε․․ων[․․․] |
| [․․․] ἐφρούρε[ιεις] δὲ Γαᾶ[ς ἱερόν, ὦναξ, παρ’ ὀμφαλόν, ὁ βάρ]- | |
| βαρος ἄρης ὅτε [τε]ὸμ μαντόσ[υνον οὐ σεβίζων ἔδος πολυκυ]- | |
| θὲς ληζόμενος ὤλεχ’ ὑγρᾶι χ[ιόνος ἐν ζάλαι. vac. ἀλλ’ ὦ Φοιβε], | |
| σῶιζε θεόκτι<σ>τον Παλλάδος [ἄστυ καὶ λαὸν κλεινόν, σύν] | |
| 35 | τε θεά, τόξων δέσποτι Κρησίω[ν κυνῶν τ’ Ἄρτεμις, ἠδὲ Λατὼ] |
| κυδίστα· καὶ ναέτας Δελφῶν τ̣[ημελεῖθ’ ἅμα τέκνοις, συμ]- | |
| δίοις, δώμασιν ἀπταίστους, Βάκχου [θ’ ἱερονίκαισιν εὐμε]- | |
| νεῖς μόλετε πορσπόλοισ<ι>, τάν τε δ̣ορίσ̣[τεπτον κάρτεϊ] | |
| Ῥωμαίω[ν] ἀρχὰν αὔχετ’ ἀγηράτωι θάλ[λουσαν φερε]- | |
| 40 | νίκαν. |