[ ]
Phokis — Delphi — 205/4-203/2 BC? — SIG(3) 563; SGDI 2530
| a.1 | θεοί. |
| στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου· ἐπ[ειδὴ] | |
| Τήϊοι, πρεσβευτὰς ἀποστείλαντες Π[υθα]γόρα[ν Κλείτου] | |
| καὶ Κλεῖτον Κλείτου, τάν τε οἰκειότατα [καὶ τὰν φιλίαν ἀνε]- | |
| 5 | νεοῦντο, καὶ παρεκάλεον τοὺς Αἰτωλο[ὺς ὅπως τάν τε] |
| πόλιν αὐτῶν καὶ τὰν χώραν ἐπιχερ[ήσωντι ἱερὰν εἶμεν] | |
| [καὶ] ἄσυλον τοῦ Διονύσου· δεδόχ[θαι τοῖς Αἰτωλοῖς πο]- | |
| [τὶ τ]οὺς Τ[ηΐους τὰν] φιλία[ν καὶ οἰκειότατα τὰν] | |
| [ὑπάρχουσαν διαφυλάσσειν, καὶ τὰ ψαφίσματα τὰ πρότε]- | |
| 10 | [ρον γεγονότα αὐτοῖς περὶ πάντων τῶν φιλανθρώ]- |
| [πων κατάμονα εἶμεν· ὑπάρχειν δὲ αὐτοῖς παρὰ τῶν] | |
| [Αἰτωλῶν τᾶς τε πόλιος καὶ τᾶς χώρας τὰν ἀνιέρωσιν καὶ] | |
| [Τηΐους μηδὲ τοὺς ἐν Τέωι κατοικέοντεας, μηδαμόθεν ὁρμω]- | |
| [μένους, ἀλλὰ τὰν ἀσφάλειαν καὶ ἀσυλίαν εἶμεν αὐτοῖς] | |
| 15 | [τὰ ἀπ’ Αἰτωλῶν καὶ τῶν ἐν Αἰτωλίαι κατοικεόντων. εἰ δέ] |
| [τίς κα ἄγηι ἢ αὐτοὺς ἢ τὰ ἐκ τᾶς πόλιος ἢ χώρας], | |
| [τὰ μὲν ἐμφανῆ ἀναπράσσειν τὸν στραταγὸν καὶ τοὺς συνέδρους] | |
| [ἀεὶ τοὺς ἐνάρχους, τῶν δὲ ἀφανέων ὑποδίκους εἶμεν τοὺς] | |
| [ἀχνηκότας, γινομένας τοῖς Τηΐοις τᾶς ἐγδικάσιος καὶ τᾶς] | |
| 20 | [λοιπᾶς οικονομίας καθὼς καὶ τοῖς Διονυσιακοῖς τεχνί]- |
| [ταις ὁ νόμος τῶν Αἰτωλῶν κελεύει. ὅπως δὲ καὶ εἰς τοὺς] | |
| [νόμους καταχωρισθῆι <ἁ> ἀνιέρωσις καὶ ἀσυλία, τοὺς κατα]- | |
| [σταθέντας νομογράφους καταχωρίξαι, ἐπεί κα αἱ νο]μογρα- | |
| [φίαι γίνωνται, ἐν τοὺς νόμους]. | |
| 25 | |
| b.1 | [θεο]ί. |
| [ἐπὶ Μεγάρτα ἄρχοντος, πυλαίας ἠρινῆ]ς, ἱερομναμονού[ν]- | |
| [τ]ων Αἰτωλῶν Ἀριστάρχου Ἀμφισσέος, Φιλλέα [․․․․․․] | |
| ου, Λαμίου Οἰ<χα>λειέος, Ξενοκράτεος Στρατίου, Λεοντ[ο]- | |
| 5 | μένεος Φυταιέος, Βουθήρα Ἀρσινοέος, Ἀγοραίου Ὑπα- |
| ταίου, Πυρρία Θηβαίου, Ἁρμόστου Λαμιέος, Δαμοκρά[τεος] | |
| Εἰτεαίου, Λαμίσκου Ἀργείου, Κεφαλλάνων Σωτάκ[․․․․․] | |
| ου, Δελφῶν Πραόχου, Πατρέα, Χίων Πλειστία, Μαγ[νήτων ․․․․] | |
| γένεος, Ἀγηναίων Ἀμύκλα· ἐπεὶ παραγενόμενο[ι πρεσβευ]- | |
| 10 | ταὶ παρὰ τοῦ δάμου τοῦ Τηΐων ποτὶ τὸ κοινὸν τ[ῶν Αἰτω]- |
| λῶν Πυθαγόρας Κλείτου καὶ Κλεῖτος Κλείτου, [καὶ νῦν ἐλθόν]- | |
| τες ποτὶ τοὺς ἱερομνάμονας, ἐνεφάνιξαν τ[ὰ δεδομένα] | |
| παρὰ τῶν Αἰτωλῶν φιλάνθρωπα καὶ τίμια [τῶι δάμωι] | |
| τῶι Τηΐων· ἔδοξε τοῖς Ἀμφικτιόνοις τὰμ π[όλιν καὶ τὰν] | |
| 15 | χώραν τῶν Τηΐων ἱερὰν εἶμεν καὶ ἄσυλον Δι[ονύσου ἀπὸ] |
| πάντων, καὶ ὑπάρχειν τοῖς Τηΐοις καὶ τοῖς ἐν Τέω[ι κατοι]- | |
| [κ]εόντοις παρ’ Ἀμφικτιόνων τὰ φιλάνθρωπα καὶ τίμι[α] | |
| [πάν]τα ὅσα καὶ τοῖς Διονυσιακοῖς τεχνίταις δέδοτα[ι] | |
| [παρὰ] τῶν Ἀμφικτιόνων. | |
| 20 | |
| c.1 | θεοί. |
| [ἔδοξε τ]ᾶι πόλει ἐν ἀγορᾶι τελείωι σὺμ ψάφ[οις ταῖς ἐννό]- | |
| [μοις· ἐπειδὴ Τήϊοι, πρεσβευτὰς ἀποστ[είλαντες Πυθαγό]- | |
| [ραν Κλείτου καὶ Κλεῖ]τον Κλείτου, τά[ν τε οἰκειότατα καὶ φι]- | |
| 5 | [λίαν ἀνενεώσαντο, καὶ π]αρεκάλεον τὰ[ν πόλιν ὅπως ἅ τε] |
| [πόλις καὶ ἁ χώρα αὐτῶν] ἐπιχωρηθῇ ἱε[ρὰ εἶμεν καὶ ἄσυλος] | |
| [τοῦ Διονύσου· δεδόχθαι τᾶι] πόλει [τάν τε φιλίαν καὶ οἰκειό]- | |
| [τατα τὰν ὑπάρχουσαν πὸτ τοὺς Τη]ΐους [διαφυλάσ]- | |
| [σειν καὶ ἐπὶ πλέον αὔ]ξειν, καὶ εἶμεν αὐτῶν τάν τε πό- | |
| 10 | [λιν καὶ τὰν χώραν ἱερ]ὰν καὶ ἄσυλον τοῦ Διονύσου, καθὼς κα[ὶ] |
| [οἱ πρεσβευταὶ παρε]κάλεον, καὶ εἶμεν αὐτοῖς τὰν ἀσφάλειαν | |
| [καὶ ἀσυλίαν καὶ] τοῖς ἐν Τέῳ κατακεόντοις καθὼς καὶ τοῖς | |
| [Διονυσιακοῖς] τεχνίταις· ὅπως δὲ διαμένηι τόδε τὸ ψάφισ- | |
| [μα ἐν πάντα τὸ]ν χρόνον, ἀναγράψαι τοὺς ἐνάρχ[ου]ς βου- | |
| 15 | [λευτὰς ἐν τ]ῶι ἱερῶι. ἄρχοντος Μεγάρτα, βουλευόντων |
| [Μανσιθέου, Ἀ]θάμβου, Πρωτάρχου, Φιλίνου, Νικοβούλου. | |
| d.1 | θεοί. |
| [Δελφοὶ ἔ]δωκαν Πυθαγόραι καὶ Κλείτωι Κλείτου Τηΐοις, | |
| [αὐτοῖς κ]αὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρία[ν], | |
| [προδικ]ίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τἄλλα ὅσ[α] | |
| 5 | [καὶ τ]οῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος |
| [Με]γάρτα, βουλευόντων Μνασιθέου, Ἀθάμβου, Πρωτάρ[χου], | |
| Φιλίνου, Νικοβούλου. |