[ ]
Phokis — Delphi — ca. 120 BC
| 1 | ἄρχο[ντος ἐν Λ]ιλαία[ι ․․οξένου ․․․․․․․․․ μηνὸς] ἑνδεκάτου, ἐν δὲ |
| Δελφοῖ[ς ἄρχοντο]ς Καλλικρά[τεος, ἀ]πέδοτο Πατροκλέας Μνασί- | |
| α Λιλαιε[ὺς σῶ]μα ἀνδρεῖον, [ὧι] ὄνομα Διονύσιος, τῶι Ἀπόλλω- | |
| νι τῶι Πυ[θίωι ἐ]π’ ἐλ[ευ]θερίαι, καθὼς ἐπίστευσε Διονύσιος τὰν ὠ- | |
| 5 | νὰν τῶι θεῶι, τιμᾶς ἀργυρίου μνᾶν πέντε. παραμ[ε]ινάτω δὲ Διονύσι- |
| ος παρὰ Πατροκλέ[αι], μέχρι οὗ κα ζώῃ Ξενοφάντα καὶ ὁ ἀνὴρ αὐτᾶς | |
| Ἀρί[στ]ων, ἀν[εγκ]λήτως. ἐπεὶ δέ κα οὗτοι μεταλλά[ξων]τι τὸν βίον, | |
| ἐλεύθερος ἔστω [Διο]νύσιος. τὰν [τιμὰν] ἔχει πᾶσαν. βε[βα]ιωτὴρ ἐπὶ | |
| τούτο[ις] κατὰ τὸν νόμον· Μνασίας Τιμοκράτεος Λιλαιεύς. ἁ ὠνὰ | |
| 10 | παρὰ [τὸν ἄ]ρχοντα [․․]όξενον καὶ ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος [τοῦ] Πυ- |
| θίου. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλων[ος Ἄρ]χων, [Ἄθ]αμβος, Κλέων Πασί- | |
| ωνος, Π[․․]όμαχος Φιλοξένου Δελφοί, Ξενοκράτης Καλλιτέλεος, Ἐπίνι- | |
| κο[ς] Τιμοκράτεος, Ξενοκράτη[ς] Μνασία, {Ξένων} Ξένων Ξενόφων<τ>ος. |