[ ] Phokis — Delphi — undated
1 [οἱ ἄ]ρχοντες Δελφῶν καὶ ἁ πόλις Ἀθη[να]ων τᾶι βο[υλᾶι καὶ τῶι] δάμωι χαίρειν.
[Δε]ινοκράτης, Διοκλῆς, Πραξικλῆς, οἱ παρ’ ὑμ[ῶ]ν παραγενόμενοι ποθ’ ἁμὲ πρεσβευταί, τὸ
τε ψάφισμα ἀπέδωκαν ἁμῖν, καὶ, ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν, διελέγησαν ἀκο-
λούθως τοῖς ἐν αὐτῶι κατακεχωρισμέν[ο]ις, ὁμοίως δέ, καὶ ἐν τὰ πράγματα ἐμβάν-
5 τες ἐφ’ ἃ παραγεγόνεισαν, τὰν πᾶσαν ἐπι[μ]έλειαν καὶ ποτικαρτέρησιν καὶ παράκλη-
σιν ἐποιήσαντο ἕνεκεν τοῦ λύσιν λαβεῖν αὐτά, σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν
ἐνλείποντες· ἐπαινεῖμεν οὖν ὑμὲ ἐπὶ τῶ[ι] πρότερόν τε πολλὰς καὶ μεγάλας ἀπο-
δείξεις πεποιῆσθαι τᾶς τε ποτὶ τὸν θεὸν [ε]ὐσεβείας καὶ τᾶς π[ο]τὶ τὰν πόλ[ι]ν ἁμῶν
εὐνοίας, καὶ νῦν διότι, ἀκούσαντες τὸν πε[ρ]ιεστακότα ἁμῖν καιρόν, ψάφισμά τε καὶ
10 πρεσβευτὰς ἀπεστείλατε ἄνδρας καλοὺς κ[αὶ] ἀγαθούς, οἵτινες τάν τε ἀναστροφὰν καὶ
τὰν παρεπιδαμίαν ἐποιήσαντο ἀξίως μὲ[ν ὑμῶ]ν τῶν ἐξαποστειλάντων αὐτούς, ἀξίως
δὲ καὶ τᾶς ἁμετέρας πόλιος· δεδόχθαι ο[ὖν τᾶι π]όλει στεφανῶσαι τὸν δᾶμον τῶν Ἀθη-
ναίων τῶι τοῦ θεοῦ στεφάνωι, ὧι πάτρι[όν ἐστι] Δελφοῖς, δεδόσθαι δὲ καὶ τοῖς πρεσ-
βευταῖς παρὰ τᾶς πόλιος προξενί[αν, προμαντ]είαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν,
15 προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις ο[ἷς ἁ πόλις τί]θητι, καὶ τὰ ἄλλα τίμια ὅσα καὶ τοῖς
ἄλλοις προξένοις καὶ εὐεργέται[ς τᾶς πόλιος] ὑπάρχει· ἐκαλέσαμεν δὲ τοὺς πρεσ-
βευτὰς καὶ ἐπὶ ξένια ἐν τὸ πρυτα[νεῖον ἐπὶ τὰν] κοινὰν τᾶς πόλιος ἑστίαν.
Search Help
Contact Us