[ ] Phokis — Delphi — 167 BC
1 ἄρχοντος ἐν Δελφο[ῖς] Ξε[νέα τ]οῦ Βαβύλου, βουλευ[όντων τὰν]
δευτέραν ἑξάμηνον Δάμωνος τοῦ Δεξώνδα, Ξέν[ωνος τοῦ]
Ἀτεισίδα, Πολύωνος τοῦ Τιμοκλέος· ἔδοξε τᾶι πόλει τῶ[ν Δελ]-
φῶν, ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Ἀ[ρισ]-
5 τόμαχος Ἀριστομάχου Ἀθηναῖος ἔν τε τοῖς ἐπάνω χρόνοις ε[ὔ]-
νους ὢν διετέλει τᾷ πόλι τῶν Δελφῶν, καὶ ἐν τῷ ἐνεστα[κό]-
τι καιρῷ, χρεία[ς γε]νομένας, ἐπέδωκεν αὐτοσαυτὸν ἐν τὰ παρακ[α]-
λείμενα τ[ᾷ πόλι χ]ρήσιμα [π]ροθύμως· ἀγαθᾶι τύχαι· δεδόχθα[ι τᾶι]
πόλει ἐπα[ινέσαι Ἀρισ]τόμαχον Ἀριστομάχου Ἀθηναῖον, φυλῆς [Αἰ]-
10 γηίδος, δήμου ἐκ Κολωνοῦ, ἐπί τε τᾶι προαιρέσει ἃν ἔχων διατε-
λεῖ, καὶ δεδόσθαι αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξεν[ί]-
αν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρί[αν]
ἐν πᾶσι το[ῖς] ἀγώνοις τοῖς ἁ πόλις τίθητι, καὶ τὰ ἄλλα τί[μια]
ὅσα καὶ το[ῖς] ἄλλοις προξένοις καὶ εὐεργέται<ς> τᾶς πόλιος· εἶ[μεν]
15 δὲ α[ὐ]τῶι καὶ ἐκγόνοις καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν.
Search Help