[ ]
Phokis — Delphi — ca. 205 BC
| 1 | θεοί. |
| ἔδοξε τᾶι πόλει, ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐνν[όμοις]. | |
| ἐπειδὴ Φιλῖνος Φιλαινέτου Μιλήσιος, πρόξενος ἐὼν [καὶ θεαρο]- | |
| δόκος καὶ ἐγγενὴς τᾶς πόλιος, διατελεῖ ποτί τ[ε τὸ δαιμόνιον] | |
| 5 | εὐσεβέων καὶ τοῖς ἐντυγχανόντοις τῶν π[ολιτᾶν χρείαν] |
| παρεχόμενος, καὶ τῶν θεωρῶν τῶν ἀποστελ[λομένων ὑφ’ ἁμῶν] | |
| πᾶσαν πολυωρίαν καὶ ἐπιμέλειαν ποεῖται, καὶ [φροντίζει ὅπως οἱ θε]- | |
| [ω]ροὶ καὶ αἱ ἐπαρχαὶ αἱ γινόμεναι τῶι θεῶι ἀσφαλ[ῶς παραπέμπωνται]· | |
| δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Φιλῖνον Φιλαινέτ[ου Μιλήσιον ἐπί τε τᾶι] | |
| 10 | ποτὶ τὸν θεὸν εὐσεβείαι καὶ τᾶι ποτὶ τὰν πόλι[ν εὐνοίαι, καὶ στεφανῶσ]- |
| αι αὐτὸν στεφάνωι τῶι μεγίστωι ἐκ τῶν νό[μων, ἀνακαρῦξαι δὲ Σωτηρί]- | |
| [οι]ς ἐν τῶι ἀγῶνι τῶν αὐλητᾶν καλει[μένωι, καὶ εἶμεν αὐτῶι καὶ ἐγγόνο]- | |
| [ις πρ]οεδρίαν ἐμ πάντ[οις τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τἄλλα ὅσα] | |
| [καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος Νικοδάμου, βου]- | |
| 15 | [λευόντ]ων Ξένωνος, Ἐπιχα[ρίδα, Ἀρίστωνος, Νικοδάμου, Πλεί]- |
| [στω]νος. |