FD III 2:88
[ ] Phokis — Delphi — ca. 205 BC
1                         θεοί.
ἔδοξε τᾶι πόλει, ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐνν[όμοις].
ἐπειδὴ Φιλῖνος Φιλαινέτου Μιλήσιος, πρόξενος ἐὼν [καὶ θεαρο]-
δόκος καὶ ἐγγενὴς τᾶς πόλιος, διατελεῖ ποτί τ[ε τὸ δαιμόνιον]
5 εὐσεβέων καὶ τοῖς ἐντυγχανόντοις τῶν π[ολιτᾶν χρείαν]
παρεχόμενος, καὶ τῶν θεωρῶν τῶν ἀποστελ[λομένων ὑφ’ ἁμῶν]
πᾶσαν πολυωρίαν καὶ ἐπιμέλειαν ποεῖται, καὶ [φροντίζει ὅπως οἱ θε]-
[ω]ροὶ καὶ αἱ ἐπαρχαὶ αἱ γινόμεναι τῶι θεῶι ἀσφαλ[ῶς παραπέμπωνται]·
δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Φιλῖνον Φιλαινέτ[ου Μιλήσιον ἐπί τε τᾶι]
10 ποτὶ τὸν θεὸν εὐσεβείαι καὶ τᾶι ποτὶ τὰν πόλι[ν εὐνοίαι, καὶ στεφανῶσ]-
αι αὐτὸν στεφάνωι τῶι μεγίστωι ἐκ τῶν νό[μων, ἀνακαρῦξαι δὲ Σωτηρί]-
[οι]ς ἐν τῶι ἀγῶνι τῶν αὐλητᾶν καλει[μένωι, καὶ εἶμεν αὐτῶι καὶ ἐγγόνο]-
[ις πρ]οεδρίαν ἐμ πάντ[οις τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τἄλλα ὅσα]
[καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος Νικοδάμου, βου]-
15 [λευόντ]ων Ξένωνος, Ἐπιχα[ρίδα, Ἀρίστωνος, Νικοδάμου, Πλεί]-
[στω]νος.
Search Help
Contact Us