[ ]
Phokis — Delphi — ca. 209 BC — SIG(3) 539A; SGDI 2531
1 | [θ]εοί. |
[στραταγ]έοντος Λαττάμου, ἄρχο[ντος] | |
[δὲ ἐν Δελφοῖς ․․․․․․․]έος, [πυλαίας ․․․] | |
[․․․․․, ἱερομναμονούντων ․․․․․․․․․․․․] | |
5 | [․․․․]ς, Φαίκου Θαυμακοῦ, Πολ[υ․․․․․] |
[Στρατίου, Λαμίου Δαστιάδα, Λαίστα Ὑπο]- | |
σ̣ειρίου, Θαρσύα Οἰν<ο>αίου, Δαμοκρίτου Με- | |
ταπίου, Πολλέα Φαρσαλίου, Θεοδότου | |
Ἀπεράντου, Ὑλαίου Λυσιμαχέος, Λυκίσκου | |
10 | Θεσ<τ>ιέ<ο>ς, Εὐδάμου Ἀθηναίου, Δαμοκρίτου Ἀμ- |
βρακιώτα, Δράκοντος Κεφαλλᾶνος, Ἡροδό- | |
του Χίων. ἔδοξε τοῖς Ἀμφικτιόνεσσι· ἐπειδὴ Εὔ- | |
δαμος Ἀπολλωνίου Ἀθηναῖος, παραγενόμενος | |
ἐν Δελφούς, τάς τε θυσίας ἔθυσε τὰς πατρί- | |
15 | ους καλῶς καὶ φιλοτίμως, πλείσταν σπουδὰν |
ποιούμενος τᾶς ἐν τὸ δαιμόνιον εὐσεβείας, ἐπε- | |
μελήθη δὲ καὶ τῶν λοιπῶν ἀκολούθως τοῖς τε | |
νόμοις καὶ τοῖς ψαφίσμασι τῶν Ἀμφικτιόνων, | |
καὶ ἀξίως καὶ τοῦ θεοῦ καὶ τᾶς πόλιος τὰν ἐπιδα- | |
20 | μίαν ἐποιήσατο μετὰ τῶν λοιπῶν ἱερομναμό- |
νων· ὅπως οὖν φαίνηται τὸ κοινὸν τῶν Ἀμφικτι[ό]- | |
νων ἀξίως ἐπιστρεφόμενον τὰς τῶν εὐεργετᾶν | |
τιμάς, ἐπαινέσαι τὰν πόλιν τῶν Ἀθηναίων ἐπὶ τᾶι | |
ἀποστολᾶι τοῦ ἀνδρὸς καὶ αὐτὸν Εὔδαμον Ἀπολ- | |
25 | λωνίου Ἀθηναῖων, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι |
εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας τᾶς εἰς τὸ κοινὸν | |
τῶν Ἀμφικτιόνων· τὸν δὲ στέφανον ἀνακαρῦ- | |
ξαι ἐν μὲν Δελφοῖς Σωτηρικοῖς τῶι ἀγῶνι, [ἐν Ἀ]- | |
θήναις δὲ ἐν τοῖς Διονυσίοις ἐν τῶι θε[άτρωι], | |
30 | [ὅ]τι τοὶ Ἀμφικτίονες στεφανοῦντ[ι χρυσῶι] |
[στεφάνωι] Εὔ[δα]μον Ἀπολλων[ίου Ἀθηναῖον] | |
[ἀρετᾶς καὶ εὐσεβε]ίας [ἕν]εκ[εν] καὶ εὐνο[ίας] | |
[τᾶς εἰς τὸ κοι]νὸν τῶν Ἀμφικτιόνων· δεδόσθαι | |
[δὲ αὐτῶι καὶ] ἀσφάλειαν, καὶ ἀσυλίαν ἀπὸ πάντων | |
35 | [ἐν Δελφοῖς, καὶ] ἀτέλειαν, καὶ προεδρίαν ἐν πᾶσιν |
[τοῖς ἀγώνοις οἷς τίθεντ]ι τοὶ Ἀμφικτίονες, καὶ τὰ ἄλλα | |
[ὅσα τοῖς ἀνδράσιν οἳ εὐεργε]τοῦντι τὸν θεὸν καὶ τὸ κοινὸν | |
[τῶν Ἀμφικτιόνων· ὑπάρχειν δ]ὲ τὰς τιμὰς ταύτας | |
[αὐτῶι καὶ ἐγγόνοις ․․․․․․․․․․․․․․․․․․․․․․․․] | |
40 | ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ |
․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ | |
․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ | |
[․․]εδε· ἀν[αγράψαι δὲ τὸ ψάφισμα τόδε τὸν γραμ]- | |
ματέα τῶ[ν Ἀμφικτιόνων ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος]. |