[ ]
Phokis — Delphi — ca. 209 BC — SIG(3) 539A; SGDI 2531
| 1 | [θ]εοί. |
| [στραταγ]έοντος Λαττάμου, ἄρχο[ντος] | |
| [δὲ ἐν Δελφοῖς ․․․․․․․]έος, [πυλαίας ․․․] | |
| [․․․․․, ἱερομναμονούντων ․․․․․․․․․․․․] | |
| 5 | [․․․․]ς, Φαίκου Θαυμακοῦ, Πολ[υ․․․․․] |
| [Στρατίου, Λαμίου Δαστιάδα, Λαίστα Ὑπο]- | |
| σ̣ειρίου, Θαρσύα Οἰν<ο>αίου, Δαμοκρίτου Με- | |
| ταπίου, Πολλέα Φαρσαλίου, Θεοδότου | |
| Ἀπεράντου, Ὑλαίου Λυσιμαχέος, Λυκίσκου | |
| 10 | Θεσ<τ>ιέ<ο>ς, Εὐδάμου Ἀθηναίου, Δαμοκρίτου Ἀμ- |
| βρακιώτα, Δράκοντος Κεφαλλᾶνος, Ἡροδό- | |
| του Χίων. ἔδοξε τοῖς Ἀμφικτιόνεσσι· ἐπειδὴ Εὔ- | |
| δαμος Ἀπολλωνίου Ἀθηναῖος, παραγενόμενος | |
| ἐν Δελφούς, τάς τε θυσίας ἔθυσε τὰς πατρί- | |
| 15 | ους καλῶς καὶ φιλοτίμως, πλείσταν σπουδὰν |
| ποιούμενος τᾶς ἐν τὸ δαιμόνιον εὐσεβείας, ἐπε- | |
| μελήθη δὲ καὶ τῶν λοιπῶν ἀκολούθως τοῖς τε | |
| νόμοις καὶ τοῖς ψαφίσμασι τῶν Ἀμφικτιόνων, | |
| καὶ ἀξίως καὶ τοῦ θεοῦ καὶ τᾶς πόλιος τὰν ἐπιδα- | |
| 20 | μίαν ἐποιήσατο μετὰ τῶν λοιπῶν ἱερομναμό- |
| νων· ὅπως οὖν φαίνηται τὸ κοινὸν τῶν Ἀμφικτι[ό]- | |
| νων ἀξίως ἐπιστρεφόμενον τὰς τῶν εὐεργετᾶν | |
| τιμάς, ἐπαινέσαι τὰν πόλιν τῶν Ἀθηναίων ἐπὶ τᾶι | |
| ἀποστολᾶι τοῦ ἀνδρὸς καὶ αὐτὸν Εὔδαμον Ἀπολ- | |
| 25 | λωνίου Ἀθηναῖων, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι |
| εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας τᾶς εἰς τὸ κοινὸν | |
| τῶν Ἀμφικτιόνων· τὸν δὲ στέφανον ἀνακαρῦ- | |
| ξαι ἐν μὲν Δελφοῖς Σωτηρικοῖς τῶι ἀγῶνι, [ἐν Ἀ]- | |
| θήναις δὲ ἐν τοῖς Διονυσίοις ἐν τῶι θε[άτρωι], | |
| 30 | [ὅ]τι τοὶ Ἀμφικτίονες στεφανοῦντ[ι χρυσῶι] |
| [στεφάνωι] Εὔ[δα]μον Ἀπολλων[ίου Ἀθηναῖον] | |
| [ἀρετᾶς καὶ εὐσεβε]ίας [ἕν]εκ[εν] καὶ εὐνο[ίας] | |
| [τᾶς εἰς τὸ κοι]νὸν τῶν Ἀμφικτιόνων· δεδόσθαι | |
| [δὲ αὐτῶι καὶ] ἀσφάλειαν, καὶ ἀσυλίαν ἀπὸ πάντων | |
| 35 | [ἐν Δελφοῖς, καὶ] ἀτέλειαν, καὶ προεδρίαν ἐν πᾶσιν |
| [τοῖς ἀγώνοις οἷς τίθεντ]ι τοὶ Ἀμφικτίονες, καὶ τὰ ἄλλα | |
| [ὅσα τοῖς ἀνδράσιν οἳ εὐεργε]τοῦντι τὸν θεὸν καὶ τὸ κοινὸν | |
| [τῶν Ἀμφικτιόνων· ὑπάρχειν δ]ὲ τὰς τιμὰς ταύτας | |
| [αὐτῶι καὶ ἐγγόνοις ․․․․․․․․․․․․․․․․․․․․․․․․] | |
| 40 | ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ |
| ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ | |
| ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ | |
| [․․]εδε· ἀν[αγράψαι δὲ τὸ ψάφισμα τόδε τὸν γραμ]- | |
| ματέα τῶ[ν Ἀμφικτιόνων ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος]. |