[ ] Phokis — Delphi — 227 BC
1                           θεοί.
Δελφοὶ ἔδωκαν Ἀριστοτέλει Λυσιμαχίδου Ἀθηναίωι, δήμου Κειριαδῶν, φυλῆς
Ἱπποθωντίδος, αὐτῶι καὶ ἐγγόνοις, προξενίαν, προμαντείαν, προεδρί-
αν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλ-
5 λοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος Νικάρχου, βουλευόντων Πραξία,
Δαμάρχου, Ἀρχιάδα, Νικάνδρου, Βωτάκου.
Search Help
Contact Us