[ ] Phokis — Delphi — ca. 230-225 BC — SIG(3) 450; SGDI 2722
1                   [θ]εο[ί].
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείω<ι>, σὺμ ψάφοις τ[αῖς ἐ]ννόμοις. ἐπειδὴ Κλε[οχ]άρης Βίωνο[ς]
Ἀθηναῖος, φυλῆς Ἀκαμαντίδος, δήμου Κικυν<ν>έως, ποιητὴς μελῶν, ἐπιδαμήσας εἰς τὰν πόλιν, γέγραφε τῶι
θεῶι ποθόδιόν τε καὶ παιᾶνα καὶ ὕμνον, ὅπως ἄιδωντι οἱ παῖδες τᾶι θυσίαι τῶν Θεοξενίων· ἀγαθᾶι τύχαι, δεδόχθαι
5 τᾶι πόλει τὸμ μὲν χοροδιδάσκαλον τὸν κατ’ ἐνιαυτὸν γινόμενον διδάσκειν τοὺς παῖδας τό τε ποθόδιον καὶ τὸμ παι-
ᾶνα καὶ τὸν ὕμνον, καὶ εἰσάγειν τοῖς Θεοξενίοις· ὅπως δὲ καὶ ἁ πόλις φαίνηται τιμῶσα τοὺς ἄξιόν τι τοῦ θεοῦ γράφοντας,
ἐπαινέσαι Κλεοχάρη Βίωνος Ἀθηναῖον ἐπί τε τᾶι ποτὶ τὸν θεὸν εὐσεβείαι καὶ ὅτι εὔνους ἐστὶ τᾶι πόλει. καὶ στεφανῶ-
σαι αὐτὸν δάφνας στεφάνωι, καθὼς πάτριόν ἐστι Δελφοῖς· εἶμεν δὲ αὐτὸν καὶ πρόξενον τᾶς πόλιος, καὶ ὑπάρχειν
αὐτῶι καὶ ἐκγόνοις προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλ-
10 λοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος. ἄρχοντος Πατρώνδα, βουλευόντων Λύσωνος, Νικία, Δίωνος, Γνωσίλα, Εὐθυδίκου.
Search Help
Contact Us