FD III 2:76
[ ] Phokis — Delphi — 225/4-213/2 BC
1 Δελφοὶ ἔδωκαν Σωσικράτει Ἀλ[κ]αμένους, [δήμ]ου Φλυέων, φ[υλῆς Π]το-
λεμαιίδος, Καλλιστράτωι Καλλικτήτου, δήμου [Ἀ]λωπεκῆθεν, [φ]υλῆς
Ἀντιοχίδος, Δημοφίλωι Θεοκλέους, δήμου ἐκ Μυρ[ρ]ινούττης, φυλῆς Αἰγεῖδος,
Ἀθηναίοις, αὐτοῖς καὶ ἐκγόνοις, προξενίαν, προμαντείαν, προεδρίαν, προδι-
5 κίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλοις προξένοι[ς]
καὶ εὐεργέταις. ἄρχοντος Λύσωνος, βουλευόντων Θρασυκλέος, Κλέωνος,
Ἀριστομάχου, Σωτίωνος.
Search Help
Contact Us