FD III 2:74
[ ] Phokis — Delphi — undated
1                          θεοί.
Δελφοὶ ἔδωκαν Καλλίαι Καλλιάδου Ἀθηναίωι, φυλῆς Ἀ[ν]τιο-
χίδος, δήμου Αἰγιλιέως, αὐτῶι καὶ ἐγγόνοις προξενίαν, προμαν-
τείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τἄλλα
5 ὅσα καὶ τοῖς ἄλλοις προξένοις. ἄρχοντος Ἡρακλείδα, βουλευό[ν]-
των Ὀνυμοκλεῦς, Εὐθύωνος, Εὐδώρου.
Search Help
Contact Us