[ ] Phokis — Delphi — 117 BC? — SIG(3) 704E
1 [ἄρχοντος ἐν Δελφοῖ]ς Εὐκλείδου το[ῦ Κα]λλείδο[υ, πυλαίας μεθοπ]ωρινῆς, ἱερομνημονούντων Θετταλῶν τοῦ στρα[τη]-
[γου ․․․․․․․․․έου τ]οῦ Ὀλυμπίαδο[υ Κ]ιεριέως κ[αὶ τοῦ γ]ραμ[ματέ]ως τοῦ συνεδρίου Ἀρχίππου τοῦ Ἀντιγένου Κιεριέως,
[παρὰ δὲ Δελφῶν Ἀμύντ]α τοῦ Εὐδώρ[ου], Καλλιδ[άμου το]ῦ Ἀμφ[ιστρά]του, παρὰ δὲ Ἀθηναίων Ἀσκληπιάδου τοῦ Ἱκεσίου,
[παρὰ δὲ Ἀ]χαιῶ[ν Φθιω]τῶν Σιμάδα Θη[β]αίου, [Ἀρχίππου Μ]ελιται[έως], παρὰ δὲ Φωκέων Τιμάρχου τοῦ Ἀντιόχου, Ἡρακλείδου
5 [τοῦ Ἡρακλ]είδο[υ Φαν]ατέω<ν>, παρὰ δὲ Μ[αγνήτων Ἀλεξ]άνδρου [τ]οῦ Φιλίππου, Φίλωνος τοῦ Διοσκουρίδου Δημητριέων, πα-
[ρὰ δὲ Αἰνιάνων Μοσ]χίωνος τοῦ Σιττ[ύρα, Νικοφίλου τ]οῦ Αἰγίδ[ο]ς Ὑπαταίων, παρὰ δὲ Μαλιέων Πυρρία τοῦ Σατύρου
[․․․․․․․․․ παρὰ δὲ Ο]ἰταίων Εὐβούλο[υ τοῦ Σαβύττ]α Ἡρακλειώ[τ]α, παρὰ δὲ Δωριέων τῶν ἐγ Μητροπόλεως Δίωνος τοῦ
[Πολυδέκτα Ἐρινεάτ]ου, παρὰ δὲ Δωριέω[ν τῶν ἐκ Πελ]οποννήσο[υ] Ἐμπεδοσθένου τοῦ Ἁγία Ἀργείου, παρὰ δὲ Δολό-
[πων ․․․․․․․․ τοῦ] Εὐλόγου Ἀγγε[ιάτου, παρὰ δ]ὲ Μαγνήτων ἐκ Θετταλίας Παρμενίσκου καὶ Ἀμύντου
10 [Ὁμοιλιέων].
[ἔδοξε τοῖς Ἀμφικτύ]οσιν· vacat? ἐπει[δὴ] γεγονέ[ναι κ]αὶ [συνειλέ]χθαι τεχνιτῶν σύνοδον παρ’ Ἀθηναίος συμβέβηκε πρῶτον, ὧν ὁ δῆμος, ἁ-
[πάντων τῶν ἐν ἀνθρ]ώποις ἀγαθῶν ἀρχη[γὸς κατασταθε]ίς, ἐγ μὲν τοῦ θηριώδους βίου μετήγαγεν τοὺς ἀνθρώπους εἰς ἡμερότη-
[τα, παραίτιος δ’ ἐγε]νήθη τ[ῆ]ς πρὸς ἀλλήλ[ους κοινωνί]ας, vacat? εἰσαγαγὼν τὴν τῶν μυστηρίων παράδοσιν, καὶ διὰ τούτων πα[ρα]γ-
[γείλας τοῖς ἅπασιν] ὅτι μ[έγι]στον ἀγαθό[ν ἐστιν ἐν] ἀνθρώποις ἡ πρὸς ἑαυτοὺς χρῆσίς τε καὶ πίστις, ἔτι τε τῶν δοθέντων
15 [ὑπὸ θεῶν περὶ τῶν ἀνθρώ]πων νόμων [καὶ τῆς π]αιδείας· vacat? ὁμοίως δὲ καὶ τῆς τοῦ καρποῦ παραδόσεως ἰδίαι μὲν ἐδέξατο
[τὸ δῶρον. κοινὴν δὲ] τὴν ἐξ ἑ[α]υτ[οῦ] εὐχρ[ηστίαν τ]οῖς Ἕλλησιν ἀπέδωκεν· πρῶτός τε πάντων, συναγα<γ>ὼν τεχνιτῶν σύνοδον
[καὶ ἀγωνιστῶν, θ]υμελικ[οὺς καὶ σκ]ηνικ[οὺ]ς ἀγῶνας ἐποίησεν, οἷς καὶ συμβαίνει μαρτυρεῖν μὲν τοὺς πλείστους τῶν ἰ-
[δίων τῆς πόλεως] ποιητῶ[ν, αὐτὴν] δὲ καὶ τ[ὴ]ν ἀλήθειαν ἐμφανῶς δεικνύειν, ὑπομιμνήσκουσαν ὅτι μητρόπολίς ἐστι τῶν
[δραμάτων ἁπάντων, τ]ρα[γωιδίαν κ]αὶ κωμωι[δ]ίαν εὑροῦσά τε καὶ αὐξήσασα, ἐφ’ οἷς καὶ πολλάκις ἀποδεξάμενοι οἱ Ἀμφικτίο-
20 [νες τὸν δῆμον κ]α[ὶ] τοὺ[ς περὶ τὸ]ν Διόνυσον τεχνίτας τοὺς ἐν Ἀθήναις ἐν οὐδενὶ τῶν συνφερόντων παρεωράκασι [τὴ]ν
[σύνοδον. μάλισ]τα δὲ τὰ πρὸς δόξαν καὶ τιμὴν δ[ιατε]τελέκασι συνχωροῦντες. τῶν καλῶν καὶ ἐνδόξων ἀξίους εἶναι
[ἡγούμενοι με]ταλαμβάνειν [τ]οὺς Ἀθήνησι[ν τ]εχνίτας·  vacat? ὁμοίως δὲ καὶ νῦν συμβαίνει τὴν σύνοδον ἀπεσταλκέναι
[ψήφισμά τε κ]αὶ πρεσβευτάς. [τόν] τε ἱερέα τ[οῦ Δ]ιονύσου Ἀσκληπιάδην Ἱκεσίου τραγικὸν ποιητήν, καὶ μετ’ αὐτοῦ Πολ[ύ]-
[στρατον Ἀλεξί]ωνος ἐπῶν ποιη[τήν, κ]αὶ Θρ[ασυμή]δην Δημοσθένους ἐπῶν ποιητήν, παρακαλοῦντας ἀνανεώσασθαι [τ]
25 [νόμιμα καὶ πάτ]ρια τῶν τ[ε] θεῶν [καὶ τὰ τῶν Ἀθήνη]σιν τεχνιτῶν τίμια, ἵνα ἔχωσιν ἐξουσίαν οἱ καθιστάμενοι ἱερεῖς ὑ[π]
[τῶν ἐν Ἀθήναι]ς τεχνιτῶν [στεφανηφορεῖν το][ς] πατρίους στεφάνους ἐμ πάσῃ πόλει, ὑπὸ μηδενὸς κωλυόμενοι ἀνα[ν]ε-
[νέωνται δὲ οἱ πρ]εσβευ[τ]αὶ τὰ ἐκ [τῶν παλαιῶν χρόν]ων ὑπάρχοντα τοῖς τεχνιταῖς, καὶ παρακαλοῦσιν τοῦς Ἀμφικτύονα[ς], ἀ-
[κόλουθα πράττοντας τῆ]ι τῶν πρ[ογόνων αἱρέσε]ι, συντηρῆσαι τὰ προγεγονότα ἑαυτοῖς φιλάνθρωπα· vacat? ὅπως οὖν οἱ Ἀμφικτύο-
[νες φαίνωνται τοῦ τ]ε Διο[νύσου τοῦ Μελπομέ]νου, ὁμ[οίως τε κ]αὶ τῶν ἄλλων θεῶν τῶν κατεχόντων τὴν πόλιν τὴν Ἀθη-
30 [ναίων, καὶ τοῦ κοινοῦ τῶν τεχ]νιτῶν τὴν με[γ][στην ποιούμεν]οι πρόνοιαν· vacat? δεδόχθαι τοῖς Ἀμφικτύοσιν τοὺς ἱερεῖ[ς]
[τοὺς καθισταμένους ὑπὸ τῶ]ν τεχνιτῶν [τ][ν ἐν Ἀθήναις χρ]υσοφορεῖν τοῖς θεοῖς κατὰ πάσας τὰς πόλεις κατὰ τὰ πά-
[τρια, ὁμοίως τε καὶ πορφυροφ]ορεῖν, καὶ μὴ ἐξε[ῖ]να[ι κωλύειν αὐτοῦς] μήτε πόλιν μήτ[ε ἄρ]χοντα μή[τε ἰδι]ώτην· ἐὰν δέ τις [κω]-
[λύηι, τοῦτον μὲν ἀποστεῖσα]ι σʹ σ[τα]τῆρας ἱεροὺς τ[ῶι Ἀπόλλωνι, ἐξεῖναι δ]ὲ καὶ δικ[άζεσ]θαι ἐν Ἀμφικτύοσι[ν αὐτῶι] τε τῶι κωλυ[ο]-
[μένωι καὶ ὑπὲρ αὐ]τοῦ τῶι [βο]υλομένωι, ὅπ[ως, τούτων συντελουμένων, τά τε πρὸ]ς τοὺς θεοὺς τίμια [συναύ]ξη[ται] ὑπὸ τῶν Ἀ[μ]-
35 [φικτυόνων, καὶ τ]ὰ πρὸς τοὺ[ς τ]εχνίτας δι[αμένηι κύρια· ἐπαινέσαι δ]ὲ τὸ κοινὸν τῶν τ[εχνιτῶν τῶν ἐν] Ἀθήναι[ς, κ]αὶ στεφα-
[νῶσαι δάφνης στ]εφ[ά]νωι ε[ὐσεβ]είας ἕνε[κεν τῆς πρὸς τοὺς θ]εοὺς καὶ φιλοτιμίας τ[ῆ]ς πρὸς [τ]ο[ὺ]ς Ἀμφι[κ]τύον[ας, κ]αὶ [ἀνει]-
[πεῖν τὸν στέφ]ανον Πυθίων τ[ῶι γυ]μνικῶ[ι ἀγῶνι κατ τὸν νόμον το]ὺς ἱερομνήμονας, καὶ ἐπιμελεῖσθα<ι>? αὐτοῦ ὅ[πως ποιηθήσε]-
[ται τοὺς ἱερ]ομνήμονα]ς το[ὺς κα]θιστα[μένους ἀεί· ἐπαινέσαι] δὲ καὶ τοὺς παραγενομένους ἐ[ξ αὐτῶν πρὸς ἡμᾶς πρεσβευ]-
[τὰς, τὸν ἱερέα τ]ῶν τεχνιτῶν Ἀ[σκλη]πι[άδην Ἱκεσίου τραγικὸν πο]ιητήν, Πολύστραττον Ἀλεξίων[ος ἐπῶν ποιητήν, καὶ] Θρασυμή]-
40 [δην Δημοσθ]ένου ἐπῶν ποιη[τήν, στεφανῶσαι δὲ καὶ ἕκαστ]ον αὐ[τ]ῶν δάφνη<ς> στεφάνωι, ἐπ[εὶ ἐπιδημίαν ἑποιήσαντο εὐ]-
[σχήμονα καὶ ἀξί]αν [τ]οῦ τε δ[ή]μ[ου τοῦ Ἀθηναίων καὶ τῶν ἐν Ἀθ]ήναις  τ[εχνι]τῶν καὶ τοῦ κοι[νοῦ συνεδρίου τῶν Ἀμφικτυόνων]·
[ἀναγράψαι δὲ τόδε τ]ὸ δόγμα ἐν Δελφοῖς, ὁμ[οίως δὲ καὶ ἐν] Ἀθ[ήναις ἐν ἀ]κροπ[όλ]ε[ι], πέμψαντας ἀν[τίγρα]-
[φον πρὸς τὸν δῆμο]ν τὸν Ἀθηναίων· τοὺς δὲ ἱ[ερομνή]μονας ἀνενεγκεῖν τοῦδε τοῦ δόγματος ἀν-
[τίγραφα ἐ]πὶ πάντα τὰ ἔθνη καὶ τὰς πόλεις, [ὅπως] παρακολουθῶσιν ἅπαντες τὰ δεδογμένα τοῖς
45 [ἐν Ἀθή]ναις τεχνίταις φιλάνθρωπα.
Search Help
Contact Us