FD III 2:64
[ ] Phokis — Delphi — ca. 1 AD
1 [ἀγαθῇ] τύχῃ τῆς βουλῆς καὶ τοῦ δήμο[υ τοῦ Ἀθηναί]ων. ἐπὶ ἄρχοντο[ς ἐν Δελφοῖς]
Κλέωνος τ<ο>ῦ Νικία, Ἀθήνησι δὲ Νικοστρά[του τοῦ Νικ]οστράτου, οἵ[δε ἤγαγον τὴν]
δωδεκῇδα· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου Εὐκλῆς [Ἡρώδου, ὁ πυθόχρηστος]
ἐξ Εὐπατριδῶν ἐξηγητὴς Πολύκριτος Πολυχάρμου, ὁ ὑ[πὸ τοῦ δήμου καθεστα]-
5 μένος ἐξ Εὐπατριδῶν ἐξηγητὴς Διότιμος Διοδώρου, κῆρυξ το[ῦ Ἀπ]όλλωνος
καὶ ἱερεὺς τοῦ Ἑρμοῦ τοῦ Πατρῴου Κηρύκων Γόργιππος Εὐδήμου, ἱερ[ομ]νήμων
Ἔπαινος Εὐφρονίου Φαληρεύς, μάντ<ε>ις Λυσίας Παραμόνου, Ἄριστος Ἀ[μμωίου],
αὐλητὴς Μηνόδωρος Μηνοδώρου.
Search Help
Contact Us