[ ]
Phokis — Delphi — 106 BC — SIG(3) 711I
| — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| 1 | [— — — — — — — — — — —]ένων πα[— — — — — — — — παρεπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσατο] |
| [εὐσχήμονα καὶ ἀξίαν τοῦ] τε θεοῦ καὶ το[ῦ δά]μου τοῦ Ἀθηναί[ων καὶ τᾶς ἁμετέρας πόλιος· ἀγαθᾶι τύχαι]· | |
| [δεδόχθαι τᾶι] πόλει τῶν Δελφῶν· ἐπαινέσαι Εἰρηναῖον Εἰρη[ναίου Ἀθ]ην[αῖον, καὶ στεφανῶσαι] | |
| [αὐτὸν τῶι τοῦ θεοῦ] στεφάνωι, ὧι πάτριόν ἐστι Δελφοῖς στεφανοῦν τοὺς εὐεργέτας, ἀ[ρετᾶς ἕνεκεν] | |
| 5 | [καὶ φιλοτιμία]ς ἇς ἔχων διατελεῖ ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν ἁμῶν, ὑπάρχειν δὲ αὐτῶ[ι καὶ] |
| [ἐκγόνοις προξ]ενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς [ἀγώνοις] | |
| [οἷς ἁ πόλις τ]ίθητι, καὶ τὰ ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις κ[α]ὶ εὐεργέται[ς τᾶς] | |
| [πόλιος ὑπάρχει], ἀποστεῖλαι δὲ αὐτοῖς τοὺς ἄρχοντας καὶ ξένια τὰ μέγιστα [ἐ]κ τῶν νόμων. ἄρχ[οντος] | |
| [Ξενοκράτε]ος, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Τιμολέωνος τοῦ Ἐ[μμ]ενίδα, Νικοδάμου το[ῦ] | |
| 10 | [Στράτωνος, γ]ραμματεύοντος δὲ βουλᾶς Ἄρχωνος τοῦ Καλλικράτεος. |