FD III 2:48
[ ] Phokis — Delphi — 97 BC — SIG(3) 711L; BE 1940.60
1 Δελφῶν οἱ ἄρχοντες καὶ ἁ πόλις τοῖς περὶ τὸν Διόν[υσον τεχνίταις χ]αίρει[ν· τᾶς δοθείσας ὑφ’ ἁμῶν]
ἀποκρίσιος ὑπογεγράφαμες ὑμῖν τὸ ἀντίγραφον, ὅ[πως εἰδῆτε]. —— ἔ[ρρωσθε].
ἐπειδὴ οἱ περὶ τὸν Διόνυτον τεχνῖται οἱ ἐν Ἀθήναις καὶ ὁ ἐπι[μελητὰ]ς αὐτῶν Ἀλέξαν[δρος Ἀ]ρίστωνος, [κωμικὸς]
ποητάς, εὐσεβῶς <ἔχοντες> ποτὶ τὸν θεῖον, καὶ τὸν αὐτοσαυτῶν δᾶμον τιμέ[οντ]ες, καὶ συναύξειν αὑτῶν θέλοντες τὰ π[οτὶ τοὺς]
5 θεοὺς ἀνήκοντα διὰ τὸ πρώτους αὐτοὺς εὐ<ε>ρ<γ>έτας γεγονέναι πάσ[ας π]αιδείας καὶ σκανικῶν ἀγώνων κτιτά[ς, πάντων τῶν]
ποτὶ δόξαν διατεινόντων μάλιστα πεφροντίκην, ἐφ’ οἷς τάν τε ἀσ[υ]λίαν ἔχοντι καὶ τἄλλα τίμια ποτὶ τὰν ἀσφά[λειαν καὶ]
δόξαν διατείνοντα παρά τε Ἀμφικτιόνων καὶ τῶν ἄλλων Ἑλλάνων καὶ [τ]ῶν ἁγειμένων Ῥωμαίων· ——  νυνί τε, κατὰ τὰ [πάτρια]
καὶ τὰ προεψαφισμένα τὰν ἱερὰν νομιζομέναν Πυθαΐδα δι’ ἐννεετηρίδος [π]εμψάντων Ἀθηναίων κατὰ τὰν μαντείαν τ[οῦ θεοῦ]
ἐφ’ ὑγιείᾳ καὶ σωτηρίαι πάντων τῶν πολιτᾶν καὶ τέκνων <καὶ> γυναικῶν καὶ τῶν φ[ί]λων καὶ συμμάχων, τάς τε πατρίους θυσίας ἐπέ[θυ]-
10 σαν μεγαλομερῶς τῶι θεῶι, καὶ τὰν πομπὰν ἐπεκόσμησαν καλῶς καὶ ἀξίω[ς τ]οῦ θεοῦ καὶ τᾶς πατρίδος τᾶς ἰδίας καὶ τᾶς συνόδου
καὶ τᾶς αὐτοσαυτῶν ἐμ πάντοις εὐφαμίας καὶ ἀρετᾶς, πολυπλασίονας [θυσί]ας καὶ ἀπαρχὰς καὶ ἐπιμελείας τᾶν πρότερον ποιησά-
μενοι, —— τὸν μὲν πάτριον παιᾶνα μεγαλοπρεπῶς ὑμνήσαντες, ἀπ’ ἀρ[χᾶ]ς δὲ ἀγ[ώ]νων διὰ τῆς ἑαυτῶν ἐπιστήμης μέλψαντες τὸν [θε]-
[όν], κεχαρισμέναις δὲ καὶ ἀειμνήστοις χάρισιν τιμήσαντες τὸ[ν π]ατρῶιον [Ἀ]πόλλω, δι’ ὧν τὸν μὲν ἀρχηγὸν τῆς εὐσεβείας [δόκι]-
μον η[ὔξ]ησαν ὅσον ἐφ’ ἑαυτοῖς, τῶι δὲ θεῶι ἀπένειμαν τιμὰς διὰ [τ]ῶν ἰδίων ἐπι<τ>[ηδε]υμάτων, ἐπιμελητὰν μὲν καὶ ἀρχεθέω[ρον]
15 ἐξ ἑαυτῶν ἀποστείλαντες Ἀλέξανδρον Ἀρίστωνος κω[μι]κὸν ποητάν, θεωρ[οὺς] δὲ Διοκλῆν Αἰσχίνου τραγικὸν ὑποδιδ[άσκα]-
λον, Γλαυκίαν Ἡρακ[λεί]δα κωμῳδόν, Ἀριστομένην {Ἀριστομ[έν]ην} Ἀριστομένεος τρ[αγικὸν] ποητάν, Ἀγαθοκλῆν Σωκράτους κ[ωμῳδόν],
Ἀρίστωνα Μενελάου [τραγι]κὸν ποητάν, Χαιρέστρατ[ο]ν Φιλάγρου τραγικὸν συναγ[ωνι]σ[τάν, — — —]να Ποσειδωνίου τραγ[ικὸν συν]-
[α]γωνιστάν, διδάσκαλον δ[ὲ τοῦ] μεγάλου χοροῦ Διοκλῆν Αἰσχίνου τραγικὸν ὑποδ[ιδ]άσκαλον, κιθαριστὰς δ[ὲ — — — — — —]
[․․․․], Δημήτριον Μοσχίωνος, Ἀπολλώνιον [․․․․]ναίου, Διονύσιον Διονυσίου, Λεωνίδην [․․․]λωνίδου, καὶ τοὺς ποτικιθαρίζοντας Ἡ[․․․․]λε[․]-
20 [․․․] Θεοβίου, Διονύσιον Σιμάλου, Σόλωνα [․․․]κλέους, καὶ τοὺς αὐλητὰς Ἐρητυμένην Θε[οδ]ώρου, Ἀγῶνα Κλέωνος, Κλειτοφῶντα Μηνοδό-
[το]υ, Θεόδωρον Ἐρητυμένου, Εὔνομον Νικ[οδρ]όμου, Λέοντα Λέοντος, καὶ τοὺς ᾀσομένου[ς] τούς τε παιᾶνας καὶ τὸν χορὸν Γλαυκίαν Ἡρα-
[κλείδα, Ἡρακλ]είδαν Καλλισθένεος, Ἀρισ[τ]ομένην Ἀριστομένου, Ἀγαθοκλῆν Σωκρά[τ]ου, Λάχητα Δώρου, Καλλιφάνην Κτησάρχου,
[— — — — — —ο]υ, Ἀνθεστήριον Ἀνθ[ε]στηρίου, Θεόδοτον Πραξέου, Ἡφαιστίω[να] Ἑστιαίου, Ἀρίστωνα Μενελάου, Διογένη
[— — —, — — — — —]ρίου, Δωρόθε[ον] Πλάτων[ος, ․․]ωνα Ἀρίστωνος, Διονύσιον Σιμ[ά]λ[ου], Δημή[τριο]ν Ἰσιδώρου, Ἀπολλώνιον
25 [Καλλιστρά]του, Δωρόθεον Θεοδώρου, [Ἐ]πιμ[εν]είδην Ποιμανδρίδου, Ξενοφάντ[ον Εὐμ]άχου, Σόλωνα Π[․․․․]ίκου, Διονύσι[ον]
[․․․․․․․]νος, Θεόδοτον Πυθίωνος, Εὔ[βι]ον Εὐβίου, Ἀνδρέαν Ἄνδρωνος, [Φ]ιλ[․․․]άτην Φιλοκλέους, Φιλώταν Φιλώτ[ου, — — —]μον
[․․․․]ρου, Πολλίωνα Φιλίππου, Πολύφ[ρ]ονα Πολύφρονος, Διογένην Θεοτίμου, Διονύσιον Μιλτιάδου, Νικοκράτην Θεοπόμπου,
[․․․․]τωνα Ξενοκλίδου, Ἄρχοντα Ἀριστοδ[ή]μου, Ἀριστόδημ<ο>ν, Ἄρχιππον Νικαίου, Ἀριστοκράτην Τιμογένου, Ζωΐλον Ἐπιγόνου, Θεόφιλον
Δωροθέου, Λυκίσκον Φιλοκλέους, Διονυσό[δ]ωρον Διονυσοδώρου, —— ἐξαπέστειλαν δὲ καὶ τοὺς συναγωνιξαμένους τὸν θυμελικὸν
30 ἀγῶνα καὶ τὸν σκανικὸν ἐν ταῖς τοῦ θεοῦ [ἁμ]έραις, ἐπῶν ποητὰς Ἀρίστωνα Μενελάου, Διοφάνην Θεοδώρου, Λυσίαν Λυσιμάχου,
καὶ ῥαψῳδοὺς Κάλλωνα Κάλλωνος, Θεόδ[οτ]ον Πυθίωνος, Ξενόφαντον Εὐμάχου, αὐλῳδὸν δὲ Δημήτριον Ἰσιδώρου, κιθαριστὰν
δὲ πυθικὸν {δὲ} Φιλωνίδαν Φιλωνίδου, α[ὐλ]ητὰς δὲ Ἐρητυμένη<ν> Θεοδώρου, Ἀγῶνα Κ[λ]έωνος, Κλειτοφῶντα Μηνοδότου,
κωμῳδοὺς δὲ Γλαυκίαν Ἡρακλείδα, Ἀγα[θο]κλῆν Σωκράτου, Καλλικράτην Καλλικράτου, [Δ]ημήτριον Δημητρίου, καὶ τοὺς
συναγωνιξαμένους τούτοις Θεόδοτο[ν] Βασιλείδου, Φιλόξενον Φιλοξένου, Θεόδωρον Θεοδώρου, Σόλωνα Σόλωνος,
35 Παυσανίαν Λυκίσκου, Θόαντα Νουμηνίου, [π]οητὰς δὲ σατύρων Ἀριστομένην Ἀριστομένου, Ἀρίστωνα Μενελάου, Σοφοκλῆν
Σοφοκλέους, Διογένην Διογένου, Διονύσιο[ν] Κηφισοδώρου, τραγῳδοὺς δὲ Δημήτριον Θεοδοσίου, Πραξιτέλην Θεογένου,
καὶ τοὺς τούτοις συναγωνιξαμένους Κάλ[λ]ων<α> Κάλλωνος, Θεόδοτον Πυθίωνος Φιλόνικο<ν> Ἕρμωνος, Νίκωνα Ἀριστίωνος,
Ξενόφαντον Εὐμάχου, Εὔδικον Ἀλχίμου, Δη[μ]ήτριον Ἀριστοδήμου, ποιητὰς δὲ τραγῳδιῶν Ἀντίοχον Ἀντιόχου, Ἀπολλώ-
νιον Καλλιστράτου· —— ὅπως οὖν καὶ Δελ[φ]οὶ μναμονεύωντι τὰς καταξίας χάριτας ἀποδιδόντες· ——  ἀγαθᾶι τύχαι·
40 δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαιν[έ]σαι τε τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτᾶν, καὶ στεφανῶσαι χρυσ[ῶι]
στεφάνῳ τῶι τοῦ θεοῦ, ὧι πάτριόν ἐστ[ι] στεφανοῦν τοὺς ἰδίους εὐεργέτας, στᾶσαι δὲ αὐτοὺς τᾶς συνόδου
χρυσέας εἰκόνας δύο, μίαν μὲν ἐν Δελ[φ]οῖς ἐν τῶι ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ, μίαν δὲ ἐν Ἀθήναις ἐν τ[ᾶι]
τοῦ Διονύσου αὐλᾷ, αἰτησομένους τὸν δᾶ[μ]ον τὸν Ἀθηναίων τὰν ἀνάθεσιν, ἐπιγράψαι δὲ ἐφ’ ἑκατέρας τᾶς βάσιο[ς]
τᾶν εἰκόνων, ὅτι ἁ πόλις τῶν Δελφῶν τὰν τῶν [τε]χνιτᾶν σύνοδον τῶν ἐν Ἀθήναις ἀρετᾶς ἕνεκ<ε>ν καὶ εὐσεβείας τᾶς πρὸς τὸ θεῖο[ν]
45 [ἀνέ]θηκεν· τὰν δὲ ἀναγόρευσιν τῶν στεφάνων π[οιῆσαι τοὺ]ς ἄρχοντας ἐν τῶι γυμνικῷ ἀγῶνι τῶν [τε Πυθίων κ]αὶ Σωτη[ρίων],
[ἀκολο]ύθως τῶι ψηφίζματι· ὁμοίως δὲ εἶμεν τ[ὰς αὐτὰς]
τιμὰς καὶ τῶι ἐπιμελητᾶι αὐτῶ[ν κ]αὶ ἀρχεθεώρωι Ἀλεξ[άν]-
δρωι, στεφανῶσαι δὲ καὶ τὸν χορ[οδ]ιδάσκαλον αὐτῶν Διοκλ[ῆν]
καὶ τοὺς θεωροὺς τῶι τοῦ θεοῦ στ[εφ]άνωι, καὶ ἐπαινέσαι αὐτοὺ[ς]
50 ἐφ’ ἇι πεποίηνται ἀναστροφᾶι καὶ φι[λο]τιμίαι καὶ τοὺς λοιποὺς τῶ[ν]
τεχνιτᾶν τοὺς ἐπιδεδαμηκότας κα[ὶ λ]ελειτουργηκότας, καὶ εἶμε[ν]
πάντοις τοῖς ἐν Ἀθήναις τεχνίταις ἀσυλία<ν> καὶ προμαντείαν κ[αὶ]
προπομπείαν καὶ προξενίαν, αὐτοῖ[ς] τε καὶ ἐκγόνοις αὐτῶν, [ὑ]-
πάρχειν δὲ αὐτοῖς καὶ τἄλλα τίμια κ[α]ὶ φιλάνθρωπα παρὰ Δε[λφῶν],
55 ὅσα καὶ τοῖς ἄλλοις εὐεργέταις· ὅπ[ω]ς δὲ καὶ πάντοις τοῖ[ς ἐπι]-
γινομένοις φανερὰ γίνηται ἁ τῶ[ν τοιο]ύτων ἀνδρ[ῶν φιλοτιμία]
[καὶ εὔνοια, ἀναγράψαι τόδε τὸ ψάφισμα ἐ]ν τ[ῶι ἱερῶι τοῦ Ἀπόλ]-
λωνος ἐπὶ [τοῦ Ἀθηναίων θησαυροῦ, καὶ ἀποστείλασ]-
θαι αὐτὸ ποτὶ τὰν βουλὰν καὶ τὸν δ[ᾶμον τὸν Ἀθηναίων],
60 ὁμοίως δὲ καὶ ποτὶ τὰν σύνοδον τῶν τεχνιτᾶν [τῶν ἐν Ἀ]-
θήναις.
Search Help
Contact Us