[ ] Phokis — Delphi — 138 BC — SIG(3) 698A
1 [ἐπε]ιδὴ ἁ σύνοδος τῶν ἐν Ἀθήναις τε[χνι]τᾶν, τιμῶσα μὲν καὶ σεβομένα τὸν θεῖον δ[ιὰ]
[π]αντός, αὔξειν δὲ προαιρειμένα τὰ νόμιμα καὶ τὰ πάτρια τῶν θεῶν, καὶ, ἀρχομένα ἀπ[ὸ]
[τ]ούτων, τὰ μέγιστα καὶ κάλλιστα διαπέπρακται τῶν ποτὶ δόξαν ἀνηκόντων κα[ὶ]
[μ]νάμαν εἰς τὸν ἅπαντα χρόνον, καὶ νῦν δέ, ψα[φι]ξαμένου τοῦ δάμου τοῦ Ἀθηναί[ων]
5 πέμπειν τὰν Πυθαΐδα ποθ’ ἁμὲ δι’ ἐτῶν πλειόνων τοῖς τε χρησμοῖς καὶ ταῖς ἱστορίαις [ἀ]-
κολούθως, συνεπέδωκε αὐτοσαυτὰν [ἁ σύν]οδος, καὶ ἐξαπέστειλε ἀρχιθέ[ωρ]ο[ν]
μὲν Ἡρακλείδην Γλαυκίου, θεωροὺς δὲ Φιλόδρομον Νικοφῶντος, Νουμήνιον Ἀλεξ[άν]-
δρου, Μενέλαον Ἀρίστωνος, Εὐπόλεμον Ἑρμογένεος, ὁμοίως δὲ καὶ διδάσκαλον τοῦ μ[ε]-
γάλου χοροῦ Νικοκράτη Ἀπολλοδώρου, καὶ τοὺς ἀισομένους τὸν παιᾶνα εἰς τὸν θεὸ[ν]
10 Θεόβιον Ἀριστομήδεος, Δάμωνα Βίωνος, Φιλώταν Θεοκλέος, Καλλικράτη Ἀριστοκλέος, Σ[α]-
ραπίωνα Ἀγελάου, Δίωνα Δίωνος, Ἀπολλόδωρον Χρυσίππου, Μητροφάνην Ἀπολλωνί[ου],
Ἀπολλόδωρον Νικάνορος, Τιμόξενον Ἀρχενίκου, Ἀπολλόδωρον Ἀπολλοφάνεος, Ὄλ[βι]-
ον Ζωίλου, Πολυάρκην Λυσιμέδοντος, Φιλήμ[ο]να Ἀριστοδάμου, Ἀγησίλαον Φιλίσκο[υ],
Φιλίωνα Φιλομήλου, Κλέωνα Εὐμήλου, Δημήτριον Σωκλέος, Φιλοκλῆν Λυσίσκου, [λέ]-
15 ξανδρον Νικολάου, Ἐλπίνικον Ἐπικράτεος, Δημήτριον Ἐχοίτου, Πίνδαρον
Ἀριστοτέλε[ος],
Θεοκλῆ Φιλώτα, Βασιλείδην Ποσειδωνίου, Εὐμήδην Εὐγείτονος, Μηνόφιλον Ἱππονίκο[υ],
Σῶσον Εὐθυμίδα, Διοσκουρίδην Μενάνδρου, Σατυρίωνα Σατυρίωνος, Χαρικλῆ Μενεκ[λέ]-
ους, Πρόξενον Δαματρίου, Διονύσιον Νεμόνεω, Θεόξενον Ἀπελλέου, Ἀρχάγαθον Διονυ-
20 σίου, Θεογένη Παρμενίσκου, Ναυσ[ικρ]άτην Ναυσικράτεος, Ἀθήναιον Ἀθηναίου, Μένανδρον
[․․]ινώπου, ἐξαπέστειλαν δὲ καὶ ἀκροάματα τὰ συναυξήσοντα τὰς τοῦ θεοῦ ἁμέρας,
[αὐλη]τὰ<ς> μὲν Νικοκράτη Διοφάντου, Πάμφιλον Παμφίλου, κιθαριστὰς δὲ Θοῖνον Θοίνου,
Λιμήνι[ο]ν Θοίνου, Γλαυκέτην Φίλωνος, Θόαν Ὀλυμπιάδου, Ἀπελλῆν Ἀπελλοῦ, Ποιμαν-
δρίδην Ἐπ[ιμεν]είδου, Ἀγήνορα Ἀπολλωνίου, αὐλωιδὸν δὲ Θεόβιον Ἀριστομήδεος, κιθα-
25 [ρωιδ]οὺς δὲ καὶ Καλ[— — — — — —, Ἡρ]ακλείδαν Κα[λλισ]θένεος, κωμωιδοὺς δὲ
Δάμωνα Βίωνος, Ῥαδ[άμανθυν — — —]ς, Μηνόφιλον Ἱππ[ον]ίκου, Δίωνα Δίωνος, Ἀπολ-
λόδωρον Νικάνορος, Μ[— — — — — —], Νουμήνιον Ἀλε[ξ]άνδρου, [Θυ]μοτέλη Φιλο-
[κ]λ[έ]ο[ς], τραγωιδοὺς δ[ὲ — — — — — —], Σαραπίωνα [Ἀ]γ[ελ]άου, Ἀπολλόδωρον Χρυσίππου,
χοροδιδασκάλους δὲ τ[ῶν πυθαϊστᾶν Ἐλπίνικον] Ἐπικράτο[υ, Κλ]έωνα Ἐυμήλου, Φιλίωνα Φιλο-
30 μήλου, κωμικὸν δὲ Βασιλεί[δην — — —, ἐν ἃ πά]ντα ἐνφανίζει ὁ ἐπιμελητὴς αὐ-
τῶν Φιλόδρομος δ[ε]δαπαν[ηκέναι τὰν σύνοδον τῶν τ]εχνιτᾶν χρήματα οὐκ ὀλίγα· ἀγαθᾶι
τύχαι δεδόχθαι τᾶι πόλει τῶν Δ[ελφῶν ἐπαινέσαι μὲν τ]ὰν σύνοδον τῶν ἐν Ἀθήναις τεχνι-
τᾶν ἐπί τε τᾶι ποτὶ τὰν πόλιν εὐν[οίαι καὶ τᾶι ποτὶ τὸ θ]εῖον εὐσεβείαι καὶ στεφανῶσαι αὐτὰν
τῶι τοῦ θεοῦ στεφάνωι, ὧι πάτριό[ν ἐστι Δελφ]οῖς, ὁμοίως δὲ καὶ τοὺς ἐπιδεδαμηκότας καὶ
35 λελειτουργηκότας τῶν τεχνιτᾶ[ν, καὶ εἶμε]ν αὐτοῖς πᾶσι προμαντείαν καὶ ἀσυλίαν τὰν
ὑπάρχουσαν αὐτοῖς διὰ προγόνω[ν, καὶ τὰ ἄ]λλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρ[χει, ἀνα]γράψαι δὲ τοῦτο τὸ ψάφισμα ἐν τῶι ἱερῶι τοῦ Ἀ-
πόλλωνος ἐπὶ τοῦ θησαυροῦ τοῦ Ἀθη[ναίων], ἀποστεῖλαι δὲ καὶ ποτὶ τὰν βουλὰν καὶ τὸν
Ἀθηναίων δᾶμον καὶ ποτὶ τὸ κοινὸν τ[ῶν περὶ] τὸν Διόνυσον τεχνιτᾶν.
Search Help
Contact Us