[ ]
Phokis — Delphi — 138 BC — SIG(3) 698A
1 | [ἐπε]ιδὴ ἁ σύνοδος τῶν ἐν Ἀθήναις τε[χνι]τᾶν, τιμῶσα μὲν καὶ σεβομένα τὸν θεῖον δ[ιὰ] |
[π]αντός, αὔξειν δὲ προαιρειμένα τὰ νόμιμα καὶ τὰ πάτρια τῶν θεῶν, καὶ, ἀρχομένα ἀπ[ὸ] | |
[τ]ούτων, τὰ μέγιστα καὶ κάλλιστα διαπέπρακται τῶν ποτὶ δόξαν ἀνηκόντων κα[ὶ] | |
[μ]νάμαν εἰς τὸν ἅπαντα χρόνον, καὶ νῦν δέ, ψα[φι]ξαμένου τοῦ δάμου τοῦ Ἀθηναί[ων] | |
5 | πέμπειν τὰν Πυθαΐδα ποθ’ ἁμὲ δι’ ἐτῶν πλειόνων τοῖς τε χρησμοῖς καὶ ταῖς ἱστορίαις [ἀ]- |
κολούθως, συνεπέδωκε αὐτοσαυτὰν [ἁ σύν]οδος, καὶ ἐξαπέστειλε ἀρχιθέ[ωρ]ο[ν] | |
μὲν Ἡρακλείδην Γλαυκίου, θεωροὺς δὲ Φιλόδρομον Νικοφῶντος, Νουμήνιον Ἀλεξ[άν]- | |
δρου, Μενέλαον Ἀρίστωνος, Εὐπόλεμον Ἑρμογένεος, ὁμοίως δὲ καὶ διδάσκαλον τοῦ μ[ε]- | |
γάλου χοροῦ Νικοκράτη Ἀπολλοδώρου, καὶ τοὺς ἀισομένους τὸν παιᾶνα εἰς τὸν θεὸ[ν] | |
10 | Θεόβιον Ἀριστομήδεος, Δάμωνα Βίωνος, Φιλώταν Θεοκλέος, Καλλικράτη Ἀριστοκλέος, Σ[α]- |
ραπίωνα Ἀγελάου, Δίωνα Δίωνος, Ἀπολλόδωρον Χρυσίππου, Μητροφάνην Ἀπολλωνί[ου], | |
Ἀπολλόδωρον Νικάνορος, Τιμόξενον Ἀρχενίκου, Ἀπολλόδωρον Ἀπολλοφάνεος, Ὄλ[βι]- | |
ον Ζωίλου, Πολυάρκην Λυσιμέδοντος, Φιλήμ[ο]να Ἀριστοδάμου, Ἀγησίλαον Φιλίσκο[υ], | |
Φιλίωνα Φιλομήλου, Κλέωνα Εὐμήλου, Δημήτριον Σωκλέος, Φιλοκλῆν Λυσίσκου, Ἀ[λέ]- | |
15 | ξανδρον Νικολάου, Ἐλπίνικον Ἐπικράτεος, Δημήτριον Ἐχοίτου, Πίνδαρον |
Ἀριστοτέλε[ος], | |
Θεοκλῆ Φιλώτα, Βασιλείδην Ποσειδωνίου, Εὐμήδην Εὐγείτονος, Μηνόφιλον Ἱππονίκο[υ], | |
Σῶσον Εὐθυμίδα, Διοσκουρίδην Μενάνδρου, Σατυρίωνα Σατυρίωνος, Χαρικλῆ Μενεκ[λέ]- | |
ους, Πρόξενον Δαματρίου, Διονύσιον Νεμόνεω, Θεόξενον Ἀπελλέου, Ἀρχάγαθον Διονυ- | |
20 | σίου, Θεογένη Παρμενίσκου, Ναυσ[ικρ]άτην Ναυσικράτεος, Ἀθήναιον Ἀθηναίου, Μένανδρον |
[․․]ινώπου, ἐξαπέστειλαν δὲ καὶ ἀκροάματα τὰ συναυξήσοντα τὰς τοῦ θεοῦ ἁμέρας, | |
[αὐλη]τὰ<ς> μὲν Νικοκράτη Διοφάντου, Πάμφιλον Παμφίλου, κιθαριστὰς δὲ Θοῖνον Θοίνου, | |
Λιμήνι[ο]ν Θοίνου, Γλαυκέτην Φίλωνος, Θόαν Ὀλυμπιάδου, Ἀπελλῆν Ἀπελλοῦ, Ποιμαν- | |
δρίδην Ἐπ[ιμεν]είδου, Ἀγήνορα Ἀπολλωνίου, αὐλωιδὸν δὲ Θεόβιον Ἀριστομήδεος, κιθα- | |
25 | [ρωιδ]οὺς δὲ καὶ Καλ[— — — — — —, Ἡρ]ακλείδαν Κα[λλισ]θένεος, κωμωιδοὺς δὲ |
Δάμωνα Βίωνος, Ῥαδ[άμανθυν — — —]ς, Μηνόφιλον Ἱππ[ον]ίκου, Δίωνα Δίωνος, Ἀπολ- | |
λόδωρον Νικάνορος, Μ[— — — — — —], Νουμήνιον Ἀλε[ξ]άνδρου, [Θυ]μοτέλη Φιλο- | |
[κ]λ[έ]ο[ς], τραγωιδοὺς δ[ὲ — — — — — —], Σαραπίωνα [Ἀ]γ[ελ]άου, Ἀπολλόδωρον Χρυσίππου, | |
χοροδιδασκάλους δὲ τ[ῶν πυθαϊστᾶν Ἐλπίνικον] Ἐπικράτο[υ, Κλ]έωνα Ἐυμήλου, Φιλίωνα Φιλο- | |
30 | μήλου, κωμικὸν δὲ Βασιλεί[δην — — —, ἐν ἃ πά]ντα ἐνφανίζει ὁ ἐπιμελητὴς αὐ- |
τῶν Φιλόδρομος δ[ε]δαπαν[ηκέναι τὰν σύνοδον τῶν τ]εχνιτᾶν χρήματα οὐκ ὀλίγα· ἀγαθᾶι | |
τύχαι δεδόχθαι τᾶι πόλει τῶν Δ[ελφῶν ἐπαινέσαι μὲν τ]ὰν σύνοδον τῶν ἐν Ἀθήναις τεχνι- | |
τᾶν ἐπί τε τᾶι ποτὶ τὰν πόλιν εὐν[οίαι καὶ τᾶι ποτὶ τὸ θ]εῖον εὐσεβείαι καὶ στεφανῶσαι αὐτὰν | |
τῶι τοῦ θεοῦ στεφάνωι, ὧι πάτριό[ν ἐστι Δελφ]οῖς, ὁμοίως δὲ καὶ τοὺς ἐπιδεδαμηκότας καὶ | |
35 | λελειτουργηκότας τῶν τεχνιτᾶ[ν, καὶ εἶμε]ν αὐτοῖς πᾶσι προμαντείαν καὶ ἀσυλίαν τὰν |
ὑπάρχουσαν αὐτοῖς διὰ προγόνω[ν, καὶ τὰ ἄ]λλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξέ- | |
νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρ[χει, ἀνα]γράψαι δὲ τοῦτο τὸ ψάφισμα ἐν τῶι ἱερῶι τοῦ Ἀ- | |
πόλλωνος ἐπὶ τοῦ θησαυροῦ τοῦ Ἀθη[ναίων], ἀποστεῖλαι δὲ καὶ ποτὶ τὰν βουλὰν καὶ τὸν | |
Ἀθηναίων δᾶμον καὶ ποτὶ τὸ κοινὸν τ[ῶν περὶ] τὸν Διόνυσον τεχνιτᾶν. |