[ ] Phokis — Delphi — 128 BC — SIG(3) 697K
1 [ἐπ]εὶ Διοκλῆς Διοκλέους, [ὁ ἐξ]αποστα[λεὶς ἐπὶ τᾶ ἀπα]ρχάς, καὶ οἱ τα[ραντινάρχαι Διογένης Ἀρόπου],
[Λύ]σων Δημοκράτεος, καὶ [οἱ φ]ύλαρχοι Ἕρμ[ων Δι]ονυσίου, Ἁγίας [Βούλωνος, Χαρικλῆς Θεοδώ]-
[ρο]υ, Ξενοκλῆς Δημητρίου, κ[αὶ] τὸ κοινὸν τῶν ἱππέων ἐποιήσαντ[ο τάν τε ἐπιδαμίαν καὶ ἀ]-
ναστροφὰν εὐσχήμον[α] καὶ ἀξίαν τοῦ τε θεοῦ καὶ ὑμῶν τ[ῶν ἐξαποστειλάντων]
5 αὐτοὺς καὶ τᾶς ἁμετέρα[ς] πόλιος· ἁγαθᾶι τύχαι· ἐπαινέσαι τ[όν τε ἱππάρχαν Διοκλῆν Διο]-
κλέος καὶ τοὺς ταραντιν[άρ]χας Διογένην Ἀρόπου, Λύσων[α Δημοκράτεος, καὶ τοὺς φυλάρ]-
χους Ἕρμωνα Διονυσίου, [Ἁ]γίαν Βούλωνος, Χαρικλῆν Θε[οδώρου, Ξενοκλῆν Δημητρίου, καὶ]
τὸ κοινὸν τῶν ἱππέων, καὶ σ[τ]εφανῶσαι τῶι τοῦ θεοῦ στ[εφάνωι, ὧι πάτριόν ἐστι Δελφοῖς, τόν]
τε ἱππάρχαν Διοκλῆν, καὶ το[ὺ]ς ταραντινάρχας Διογένην, [Λύσωνα, καὶ τοὺς φυλάρχους]
10 Ἕρμωνα, Ἁγίαν, Χαρικλῆν, Ξε[ν]οκλῆν, καὶ τὸ κοινὸν τῶν ἱππ[έων ἐπὶ τᾶι εὐσεβείαι ἇι]
ἔχοντες διατελέοντι ἔν τε τὸ [ἱ]ερὸν τοῦ Ἀπόλλωνος [καὶ τὰμ πόλιν τῶν Δελφῶν, καὶ ὑπάρ]-
χειν αὐτοῖς καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξεν[ίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀ]-
τέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς [ἀ]γώνοις οἷ[ς ἁ πόλις τίθητι, καὶ τἄλλα ὅσα καὶ τοῖς]
ἄλλοις προξένοις καὶ εὐεργέται[ς] τᾶς πόλ[ιος. ἄρχοντος Πύρρου, βουλευόντων τὰν]
15 δευτέραν ἑξάμηνον Ἐχεφύλου [τ]οῦ Πο[λυκλείτου, Ταραντίνου τοῦ Ξενοκρίτου, γραμ]-
ματεύοντος Σωτύλου τοῦ Σωστράτ[ου].
Search Help
Contact Us