FD III 2:33
[ ] Phokis — Delphi — 128 BC — SIG(3) 697L; SGDI 2728
1             [θ]εό[ς.        τύ]χαν        ἀγαθάν.
[ἐπεὶ Ἀλ]κίδαμος Εὐφάνους, [Ἀθηναῖος] πολίτας, εὐσεβῶς καὶ ὁσίως διακείμενος ποτί τε τὸν θεὸν
[καὶ ποτὶ] τὰν πόλιν ἁμῶν, ἀγαγ[ὼν δὲ κ]αὶ τὸν τρίποδα ἐφ ἅρματος ἀξίως τοῦ τε θεοῦ καὶ τοῦ ὑμετέρου
[δάμου κ]αὶ ἁμῶν, τὰν τε παρεπιδαμίαν [καὶ] ἀναστροφὰν ἐποιήσατο ὡς ἐνδέχεται κάλλιστα· ἀγαθᾶι τύ-
5 χαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν [ἐπ]αινέσαι Ἀλκίδαμον Εὐφάνους Ἀθηναῖον ἐπί τε τᾶι ποτὶ τὸν θε-
ὸν εὐσεβείαι καὶ ποτὶ τὰν πόλιν ἁμ[ῶν] εὐνοίαι, καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξε-
νίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, [ἀτ]έλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τὰ
ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις π[ροξ]ένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρχοντος Πύρρου,
βουλευόντων τὰν δευτέραν ἑξάμη[νον] Ἐχεφύλου τοῦ Πολυκλείτου, Ταραντίνου τοῦ Ξενοκρίτου, γραμ-
10 ματεύοντος δὲ Σωτύλου τοῦ Σωσ[τράτ]ου.
Search Help
Contact Us