[ ]
Phokis — Delphi — 178 BC — SIG(3) 637
| 1 | ἀγαθᾶι τύχαι. |
| ἄρχοντος ἐν Δελφοῖς Πραξία, ἐν Ἀθήναις Φίλωνος, ἔδοξε τᾶι πόλει | |
| [ἐ]ν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Τετραπολεῖς, | |
| ἀποστείλαντες πρεσβευτὰς Διόφαντον, Καλλισθένη, Λυσίθεον, | |
| 5 | [ὑ]πέμνασαν καὶ ἀνενεώσαντο τὰν ὑπάρχουσαν αὑτοῖς οἰκε[ιό]- |
| τατα ποτί τε τὸν θεὸν καὶ τὰμ πόλιν, καὶ τιμέοντες διατελέοντι | |
| τὸν θεὸν μετὰ πάσας εὐσεβείας· δεδόχθαι τᾶι πόλει καταμόνο[υς] | |
| εἶμεν ἐν τὸν ἅπαντα χρόνον τὰς ἀναγεγραμμένας αὐτοῖς ἐν τ[ῶι] | |
| [ἱ]ερῶι τοῦ Ἀπόλλωνος προεδρίας καὶ τιμάς, καὶ θύειν αὐτοὺς ἐπὶ | |
| 10 | τῶν βωμῶν καθάπερ Δελφοὺς κατὰ τὰ πάτρια, ἐπαινέσαι δὲ καὶ τὸ |
| [κ]οινὸν τῶν Τετραπολέων, καὶ στεφανῶσαι δάφνας στεφάνωι τ[ῶι] | |
| [π]αρὰ [τ]οῦ θεοῦ, καθῶς πάτριόν ἐστι Δελφοῖς, εὐσεβείας ἕνεκεν κ[αὶ] | |
| [φ]ιλοτιμίας ἃν ἔχοντες διατελέοντι ποτί τε τὸν θεὸν καὶ τὰ[μ] | |
| [π]όλιν, ἐπαινέσαι δὲ καὶ τοὺς πρεσβευτὰς Διόφαντον, Καλλισθέ- | |
| 15 | [νη], Λυσίθεον, διότι καλῶς καὶ ἐνδόξως ἐποιήσαντο τὰν ἐπι- |
| [δαμίαν, κ]αλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια ἐν τὸ πρυτανεῖον, | |
| [ἀναγράψα]ι δὲ τὸ ψάφισμα τοὺς ἄρχοντας ἐπὶ τὸν τῶν Ἀθηναίω[ν θησ]αυ[ρόν]. |