[ ]
Phokis — Delphi — 146 BC
| 1 | Δελφοὶ ἔδωκαν Διονυσίωι Διονυσίου Θεσ- |
| σαλονικεῖ Μακεδόνι αὐτῶι καὶ ἐκγόνοις προ- | |
| ξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, | |
| ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα τί- | |
| 5 | μια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις |
| καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρχ[ον]- | |
| τος Διοδώρου τοῦ Ἄρχωνος, βουλευό[ντων] | |
| τὰν πρώταν ἑξάμηνον Δάμωνο[ς τοῦ] Διονυ- | |
| σίου, Ἄρχωνος τοῦ Εὐαγόρ[α, γρα]μματεύον- | |
| 10 | [τ]ος δὲ βουλᾶς <Φίλωνος> τοῦ Ἐρασίππου. |