FD III 1:577
[ ] Phokis — Delphi — 146 BC
1 Δελφοὶ ἔδωκαν Διονυσίωι Διονυσίου Θεσ-
σαλονικεῖ Μακεδόνι αὐτῶι καὶ ἐκγόνοις προ-
ξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν,
ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα τί-
5 μια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρχ[ον]-
τος Διοδώρου τοῦ Ἄρχωνος, βουλευό[ντων]
τὰν πρώταν ἑξάμηνον Δάμωνο[ς τοῦ] Διονυ-
σίου, Ἄρχωνος τοῦ Εὐαγόρ[α, γρα]μματεύον-
10 [τ]ος δὲ βουλᾶς <Φίλωνος> τοῦ Ἐρασίππου.
Search Help
Contact Us