FD III 1:568
[ ] Phokis — Delphi — ca. 125 BC
1 [ἄ]ρχοντος Κλεώνδα, μηνὸς Ἀμα[λίο]υ, βουλευόντων τὰν [δευ]-
[τ]έραν ἑξάμηνον Πυρρία τοῦ Ἀρχελάου, Ἀρίστωνος τοῦ Ἥρυ[ος],
[γρ]αμματεύοντος δὲ τ[ᾶς] βουλᾶς Πάτρωνος τοῦ Ἀριστοβούλ[ου],
[ἀ]πέδοτο Κλεόδαμος [Π]ολυκ[ρ]άτεος καὶ Ἀναξίλα Πασίωνος, σ[υ]-
5 [ν]ευδοκεόντων δὲ κα[ὶ] τῶν υἱῶν αὐτῶν Πολυκράτ[ε]ος καὶ Πασ[ί]-
ωνος, τῶι Ἀπόλλων[ι τ]ῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δορ[ύ]-
πολις, τὸ γένος Θρᾶικ[α], τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τι-
[μὰ]ν ἔχοντι πᾶσαν. βε[β]αιωτὴρ κατὰ τοὺς νόμους Ξενόκριτος
[Στη]σιμένεος, ἐφ’ οἷτε ἐλεύ[θ]ερον εἶμεν Δορύπολιν τὸν πάντα χρόνον
10 [κ]αὶ ἀποτρέχειν οἷς κα θέλη καὶ ποθ’ οὕς κα θέλη. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ
[κ]αταδουλισμῶι Δορυπόλιος, βέβαιον παρεχόντω τὰν ὠνὰν οἵ τε ἀπο-
[δόμε]νοι Κλεόδαμος καὶ Ἀναξίλα καὶ ὁ βεβαιωτὴρ Ξενόκριτος τῶι θε[ῶι].
[εἰ δὲ μὴ] παρέχοιν βέβαιον, πράκτιμοι ἐόντω οἵ τε ἀποδόμε[νοι καὶ ὁ]
[βεβαιωτὴρ κ]ατὰ τὸν νόμον· ὁμοίως δὲ καὶ οἱ παρατυχόντες [κύριοι]
15 [ἐόντω συλέοντες Δορύπολ]ιν ἐπ’ ἐλευθερία κατὰ τὸν νόμον ὡς ․․․․․․․
Search Help
Contact Us