[ ] Phokis — Delphi — ca. 125 BC
1 [ἄρ]χοντος Κλεώνδα, μηνὸς Ποιτροπίου, ἀπέδοτο Ξένων Δη-
[μη]τρίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον οἰκογενὲς ὧι ὄν[ο]-
[μα] Στράτων, τιμᾶς ἀργυρίου στατήρων δέκα ἑππτά {²⁶ἑπτά}²⁶, δρα[χ]-
μᾶ[ς], καὶ τὰν τιμὰν ἔχει πᾶσαν Ξένων, καθὼς ἐπίστε[υσε]
5 [Στρ]άτων τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν κ[αὶ]
[ἀ]νέφαπτον ἀπὸ πάντων τὸν πάντα χ[ρόν]ον, ποιοῦντα ὅ κ[α]
[θ]έλη καὶ ἀποτρέχοντα οἷς κα θέλη. [βεβαιω]τὴρ κατὰ τ[ὸν]
[ν]όμον τᾶς πόλιος Ξενόκριτος Στησιμ[ένεος]. εἰ δέ τις ἐ-
[φά]πτοιτο Στράτωνος ἐπὶ καταδουλισζμ[ῶ, κύρι]ος ἔστω ὁ [πα]-
10 [ρα]τυχὼν συλέων Στράτωνα ὡς ἐλε[ύθερ]ον ὄ[ν]τα, ἀζ[άμι]-
[ο]ς ἐὼν ὁ συλέων καὶ ἀνυπόδικος πάσ[ας] δίκας καὶ ζαμία[ς]
καθώς κα συλάση· καὶ ὁ βεβαι[ωτ]ὴρ καὶ ὁ ἀποδόμενος Ξέ-
νων βεβαιούτω τῶι θεῶι τὰ[ν ὠ]νάν. μάρτυροι ὁ ἱερεὺς Ἀ[ρ]-
[χ]ων Καλλία, καὶ ὁ νεωκόρος Ἀτεισίδας Ὀρθαίου, καὶ οἱ ἄρχ[ον]-
15 τες τᾶς πόλιος Ἁγίων Κλεοδάμου, Ἀριστέας Φίλωνος, Φ[ί]-
λων Φιλάγρου, Δίων Ἐπισθένεος, Φιλόνικος Μενεδά[μου],
Δώριππος Ζωίλου, Μεγ[άρτ]ας Μελισίωνος, Δέριππος Δ[ω]-
ρίππου, Ποσίδιππος.
Search Help