[ ]
Phokis — Delphi — ca. 150 BC
| 1 | ἄρχοντος ἐμ μὲν Δελφοῖς Δεξώνδα, μηνὸς Ποιτροπί- |
| ου, ἐν δὲ Λοκροῖς ἀγωνοθετέοντος Τολμίδα τοῦ Δα- | |
| [μο]τέλεος Τολφωνίου τὸ δεύτερον, μηνὸς πέμπτου, [ἀ]- | |
| [πέ]δοντο Δαμοτέλης καὶ Νικόδαμος οἱ Τελεσάρ- | |
| 5 | [χ]ου Φυσκεῖς, συνευδοκέοντος καὶ παρόντος κ[αὶ τοῦ] |
| [πα]τρὸς αὐτῶν Τελεσάρχου τοῦ Δαμοτέλεος Φυσκέος, | |
| [τῶ]ι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρῆον ὧι ὄνυμα Ἑρμαῖ- | |
| [ος], τὸ γένος Βειθυνόν, τεχνείταν χαλκῆ, τιμᾶς ἀργυρίου | |
| [μν]ᾶν δέκα πέντε, καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶ θεῶ Ἑρ- | |
| 10 | [μαῖ]ος, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, ἐφ’ ὧτε ἐλεύθερον εἶ- |
| [με]ν ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα προαι- | |
| [ρῆτ]αι. εἰ δέ τις ἐφάπτοιτο Ἑρμαίου, κύριος ἔστω ὁ πα- | |
| ρ[α]τυχὼν συλέων ἐλεύθερον ὄντα Ἑρμαῖον. βε{βε}βαι- | |
| ωτῆρες {²⁶βεβαιωτῆρες}²⁶ κατὰ τοὺς νόμους καὶ κατὰ τὸ σύμβολον | |
| 15 | Καλλικράτης Δαμοτέλεος Οἰανθεὺς καὶ Ἄθαμβος Ἀ- |
| θανίωνος Δελφὸς. εἰ δὲ ἄτεκνος ὢν Ἑρμαῖος μεταλ- | |
| λάξαι τὸμ βίον, τὰ ὑπάρχοντα Ἑρμαίου Δαμοτέλεος | |
| καὶ Νικοδάμου ἔστων. μάρτυρες τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
| λωνος Πραξίας καὶ Ἀνδρόνικος καὶ ὁ νεωκόρος Μένης, | |
| 20 | καὶ οἱ ἄρχοντες Δελφῶν Ἐμμενίδας Καλλία, Ἀλκῖ- |
| νος· ἰδιῶται Εὐάγγελος Πάτρωνος, Φίλων Ἀριστέα, | |
| Θεύδοτος Εἰραναίου, Καλλείδας, Ξεναγόρας, Τιμό- | |
| κριτος Εὐκλείδα Δελφοί· Δαμόφιλος, Θευφάνης | |
| Τρειτεῖς· Ἀντιγενείδας, Πανταίνετος Φυσκεῖς. |