[ ]
Phokis — Delphi — end 4th c. BC — FD III 1.560+561
| 1 | ΙΟ․ΟΥΙΟΝ․․․․ |
| [— — — — Φοῖ]βος γενεὰμ μαντεύμασι δῶκεν | |
| εὐχῆς ἐξαΐων, κομίσαι τε κόμας προσέταξεν· | |
| εἰς μῆνα ἑνδέκατον θυγάτηρ γόνιμος γεγένητο | |
| 5 | [ἀ]σκηθὴς τρίχας ἐκ κεφαλῆς ὄσσωμ μέχρι ἔχουσα· |
| [ἐ]ν δὲ ἔτει πρώτωι στήθους ἐπὶ μῆκος ἵκοντο, | |
| [κ]αὶ οὔτε κύουσα γυνὴ νούσοις ἔχετο ὡς τὸ πάροιθ[εν], | |
| [ο]ὐδὲ πόνους δεινοὺς τεκνογεννήτους ὑπέμειν[εν], | |
| βουλαῖς κουροτρόφου Λοχίας Μοιρῶν τε τελείων | |
| 10 | [κ]α[ὶ] Φοίβου διὰ μῆτιν· ἐπωνόμασαν δὲ γονῆες |
| Δελφίδα μαντείας ἕνεκεν μνημεῖά τε Δελφῶν. | |
| [εἰ]ς δὲ τέταρτ[ον ἔτος ․․․․․․․․․․ <σ>ε τεκν[ῶ]σαι | |
| ․․ΓΙΛ[ ․․․․ κα]θ’ ἧμαρ ἔχουσα | |
| ․․․․α {²⁷—μ?}²⁷ μέχρι τ[ῶ]ν ὀνόμαξαν | |
| 15 | ․․․οι Πυθοῦς ἐρατεινῆς |
| τε]λοῦντες, Πύθι’ Ἄπολλον, | |
| γε]ν[έ]θλια δωροφοροῦντες | |
| μη]τρὸς μνημεῖ’ ἀνέγραψαν. |