[ ] Phokis — Delphi — undated
1 Τιβ. Ἰούλιον Ἀπόλαυστον τ[ραγικῆς ἐν]-
ρύθμου κινήσεως, ὑποκριτή[ν, περιοδονί]-
κην, ἱερονίκην, μόνον καὶ π[ρῶτον τῶν]
ἀπ’ αἰῶνος ἀνθρώπων νικήσ[αντα τὸν]
5 πρώτως ἀχθέντα ἐν Περγάμω ἱερ[ὸν ἀγῶνα]
οἰκουμενικὸν ἰσελαστικὸν Ὀλύμεια]
Πεῖα Κομόδεια Σεβαστὰ κοινὰ [Ἀσίας]
τὸ ἴδιον ἄθλημα, ὁμοίως νικ[ήσαντα]
καὶ τὸν κατὰ πάντων καὶ αὐτὸ[ν τὸν]
10 ἰσελαστικὸν· βουλευτὴν Μαγ[νήτων]
τῶ<ν> πρὸς τῶ Μαιάνδρω, Ἀθηναί[ων],
Περγαμηνῶν, Τραλλιανῶν, Λαδι[κέ]-
ων, Μιλησίων, Νικομηδέων, Νεικαέ[ων],
Καισαρέων, Νεικοπολειτῶν τῶ<ν> πρὸς
15 τῶ Ἀκτίω, Μυτιληναίων, Ἱεροκαισα-
ρέων, Μαγνήτων τῶν πρὸς τῶ Σιπύλω,
Κυμαίων, Σεπτηνῶν, Θηβαίων τῶν
ἑπταπύλων, Πλαταιῶν, Χαιρωνέων, Μεσ-
σηνίων, καὶ ἐν ὅσαις πόλεσιν ἀνδριάντων
20 ἀναστάσεσιν ἐτιμήθη· Ἐφέσω, Ἀθήναις, Περ-
γάμω, Μαγνησία, Λαοδικεία βʹ, Μιλήτω, Ἱε-
ροκαισαρεία γʹ, Θυατίροις βʹ, Κορίνθῳ, Νει-
κοπόλει, Πάτραις, Σάρδεσιν, Μεσσήνη, Νύση,
Κύμη, Θήβαις, Πλαταιαῖς, Σέτταις βʹ· πολί-
25 την Ἀντιοχέων τῶν πρὸς Δάφνην, Ἐφε-
σίων, Ζβυρναίων {²⁶Σμυρναίων}²⁶, Κυζικηνῶν, Τρωαδέ-
ων, Σαρδιανῶν καὶ ἄλλων πολλῶν πό-
λεων ἐν ὅσαις ἐπεδήμησεν ἐπαρχείαις
διά τε τὴν τῆς τέχνης ἀκρίβειαν καὶ τὴν
30 τοῦ βίου κόσμ[ιον ἀνασ]τροφήν.
Search Help
Contact Us