[ ]
Phokis — Delphi — undated
| 1 | Τιβ. Ἰούλιον Ἀπόλαυστον τ[ραγικῆς ἐν]- |
| ρύθμου κινήσεως, ὑποκριτή[ν, περιοδονί]- | |
| κην, ἱερονίκην, μόνον καὶ π[ρῶτον τῶν] | |
| ἀπ’ αἰῶνος ἀνθρώπων νικήσ[αντα τὸν] | |
| 5 | πρώτως ἀχθέντα ἐν Περγάμω ἱερ[ὸν ἀγῶνα] |
| οἰκουμενικὸν ἰσελαστικὸν Ὀλύμ[πεια] | |
| Πεῖα Κομόδεια Σεβαστὰ κοινὰ [Ἀσίας] | |
| τὸ ἴδιον ἄθλημα, ὁμοίως νικ[ήσαντα] | |
| καὶ τὸν κατὰ πάντων καὶ αὐτὸ[ν τὸν] | |
| 10 | ἰσελαστικὸν· βουλευτὴν Μαγ[νήτων] |
| τῶ<ν> πρὸς τῶ Μαιάνδρω, Ἀθηναί[ων], | |
| Περγαμηνῶν, Τραλλιανῶν, Λαδι[κέ]- | |
| ων, Μιλησίων, Νικομηδέων, Νεικαέ[ων], | |
| Καισαρέων, Νεικοπολειτῶν τῶ<ν> πρὸς | |
| 15 | τῶ Ἀκτίω, Μυτιληναίων, Ἱεροκαισα- |
| ρέων, Μαγνήτων τῶν πρὸς τῶ Σιπύλω, | |
| Κυμαίων, Σεπτηνῶν, Θηβαίων τῶν | |
| ἑπταπύλων, Πλαταιῶν, Χαιρωνέων, Μεσ- | |
| σηνίων, καὶ ἐν ὅσαις πόλεσιν ἀνδριάντων | |
| 20 | ἀναστάσεσιν ἐτιμήθη· Ἐφέσω, Ἀθήναις, Περ- |
| γάμω, Μαγνησία, Λαοδικεία βʹ, Μιλήτω, Ἱε- | |
| ροκαισαρεία γʹ, Θυατίροις βʹ, Κορίνθῳ, Νει- | |
| κοπόλει, Πάτραις, Σάρδεσιν, Μεσσήνη, Νύση, | |
| Κύμη, Θήβαις, Πλαταιαῖς, Σέτταις βʹ· πολί- | |
| 25 | την Ἀντιοχέων τῶν πρὸς Δάφνην, Ἐφε- |
| σίων, Ζβυρναίων {²⁶Σμυρναίων}²⁶, Κυζικηνῶν, Τρωαδέ- | |
| ων, Σαρδιανῶν καὶ ἄλλων πολλῶν πό- | |
| λεων ἐν ὅσαις ἐπεδήμησεν ἐπαρχείαις | |
| διά τε τὴν τῆς τέχνης ἀκρίβειαν καὶ τὴν | |
| 30 | τοῦ βίου κόσμ[ιον ἀνασ]τροφήν. |