[ ] Phokis — Delphi — mid-1st c. AD — SIG(3) 802
1 Ἑρμησιάναξ Διονυσίου Καισαρεὺς Τραλ[λιαν]ὸς ὁ καὶ Κο[․․․․․․․․]
τὰς ἑαυτοῦ θυγατέρας ἐχούσας καὶ α[ὐτ]ὰς τὰς αὐτὰς πο[λειτείας].
1.3 Τρυφῶσαν νεικήσασαν Πύθια ἐ-
πὶ ἀγωνοθετῶν Ἀντιγόνου
5 καὶ Κλεομαχίδα· καὶ Ἴσθμια ἐπὶ
ἀγωνοθέτου Ἰουβεντίου Πρό-
κλου· στάδιον κατὰ τὸ ἑξῆς πρώ-
τη παρθένων.
2.3 Ἡδέαν νεικήσασαν Ἴσθμια ἐπὶ ἀγωνο-
θέτου Κορνηλίου Πούλχρου ἐνόπλι-
5 ον ἅρματι· καὶ Νέμεα στάδιον ἐπὶ ἀγω-
νοθέτου Ἀντιγόνου· καὶ ἐν Σικυῶνι ἐπὶ
ἀγωνοθέτου Μενοίτα· ἐνείκα δὲ καὶ
παῖδας κιθαρωδοὺς Ἀθήνησι Σεβάστεια
ἐπὶ ἀγωνοθέτου Νουίου τοῦ Φιλεί-
10 νο<υ>· πρώ[τη ἀπ’ αἰῶ]νος ἐγένετο πολεῖ-
[τις ․․․․․․․․ π]ρώ(τη) παρθένος.
3.3 Διονυσίαν νεικ[ήσασαν ․․․․․․]
ἐπὶ ἀγωνοθέτου Ἀν[τιγ][νου]·
5 καὶ Ἀσκλάπεια ἐν Ἐπιδαύρω
τῆ ἱερᾶ ἐπὶ ἀγων[ο]θέτου Νεικο-
τέλου στάδι[ον].
Ἀπόλλωνι Πυθίω.
Search Help
Contact Us