FD III 1:507p332
[ ] Phokis — Delphi — ca. 356 BC — SEG 14.417; BCH 6.1882.446
1 [πλ]είστοις δὴ Σικυῶνα πάτραν, [Σω]σιστράτου υἱέ,
   Σώστρατε, καλλίστοις τ’ ἠγλάισας στεφάνοις·
[ν]ικῶ[ν] πανκράτιον τρὶς Ὀλύμπια, δὶς δ’ ἐνὶ Πυθοῖ,
   δώδεκα δ’ ἐξ Ἰσθμοῦ [καὶ Νεμ]έας στεφάνους·
5 [τ]οὺς δ’ ἄλλους ἄπο[ρον στεφά]νους [ἐπι]δεῖξαι ἀριθμόν,
[πα]ύσας δ’ ἀντι[πάλους πάν]τα [ἐ]κρατεις ἀμαχεί.
Search Help
Contact Us