[ ] Phokis — Delphi — 30-25 BC — SIG(3) 770A
1       [ἐπὶ][ρ]χοντος [Πο]λεμά<ρ>[χου].
[Λ]ακεδαιμονίων ἔφοροι καὶ ἁ πόλ[ις Δελφῶν τοῖς ἄρχουσι]
[καὶ τᾶι πό]λει χαίρειν· τοῦ γεγον[ότος ὑφ’ ἁμῶν ψαφίσματος]
[Διοδώρω]ι Δωροθέου τῶι ὑμετέρω[ι πολίται ἀπεστάλκα]-
5 [μ]εν ὑμῖν τὸ ἀντίγραφον· ἐπεὶ Διό[δωρος Δωροθέου Δελφὸς]
ἀνὴρ καλὸς καὶ ἀγαθὸς καὶ εὐνόως [διακείμενος ποτὶ τὸν δᾶ]-
μον ἁμῶν χρείας τε παρείσχητα[ι πολλὰς καὶ κοινᾶι καὶ ἰδίαι]
τοῖς ἐντετευχόσιν αὐτῶι τῶν ἁμ[ετέρων πολιτᾶν σπουδᾶς]
καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων κα[ὶ νῦν δὲ εὐφαμήθη]
10 ὑπὸ πλειόνων τῶν ἁμετέρων π[ολιτᾶν· ὅπως φανερὸν πᾶσι γένηται]
τὸν ἁμέτερον δᾶμον τοὺς καλο[ὺς κἀγαθοὺς ἄνδρας ἀποδέχεσθαι]
καὶ ποιοῦντας ἐμ παντὶ καιρῶι τ[ὰ δίκαια ․․․․․․․․․․․․․]
Search Help