[ ] Phokis — Delphi — ca. 100 BC
1 [ἄρχοντος — — —, βουλευό]ντων τὰν πρώταν ἑξάμηνο[ν — —]
[— — — τοῦ — — —, Πλε]ιστώνακτος τοῦ Νουμηνίου, γρ[αμμα]-
[τεύοντος δὲ βουλᾶς Τιμολέων]ος τοῦ Ἐμμενίδα, ἐπεὶ Λύκος [Μορ]-
[τύλου — — — ἀνὴρ καλὸς καὶ] ἀγαθὸς ὑπάρχων καὶ εὐσεβ[ῶς μὲν]
5 [διακείμενος ποτὶ τὸ ἱερὸν τ]οῦ Ἀπόλλωνος, εὐνοικῶς δὲ ποτ[ὶ τὰν]
[πόλιν ἁμῶν, εὔχρηστον αὐτοσ]αυτὸν παρασκευάζει καὶ κοινᾶ[ι καὶ]
[καθ’ ἰδίαν τοῖς ἐντυγχανόντο]ις τῶν πολιτᾶν σπουδᾶς καὶ φ[ιλο]-
[τιμίας οὐδὲν ἐνλείπων, καὶ] νεανίσκους ἐλευθέρους τῶν [Δελ]-
[φῶν τοὺς ἀπαχθέντας ὑ]πὸ ῥαιδιουργῶν καὶ κρυπτομέ-
10 [νους ἐκ πολλοῦ ἀνέσωσε πᾶσαν κ]ακοπαθίαν ἀναδεξάμενος· ὅπ[ως]
[ἁ πόλις ἁμῶν φαίνηται εὐχαριστ]έουσα τοὺς εὐεργετεῖν αὐτὰ[ν]
[ἀεὶ προαιρουμένους· δεδ]όχθαι τᾶι πόλει τῶν Δελφῶν ἐ[πὶ]
[πᾶσι τοῖς προγεγραμμένοις] ἐπαινέσαι Λύκον Μορτύλου
[ethnicum ἐπὶ τᾶι προαι]ρέσει ἇι ἔχων διατελεῖ ποτί τε
15 [τὸ ἱερὸν τοῦ Ἀπόλλωνος κ]αὶ τὰν πόλιν καὶ ὑπάρχειν αὐ-
[τῶι καὶ ἐκγόνοις προ]ξενίαν, προμαντείαν, προδικί-
[αν, ἀσυλίαν, προεδρίαν ἐμ] πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τί-
[θητι, καὶ τἆλλα ὅσα καὶ τ]οῖς ἄλλοις προξένοις καὶ εὐεργέ-
[ταις τᾶς πόλιος· ἀναγράψα]ι δὲ τόδε τὸ ψάφισμα τοὺς ἄρχον-
20 [τας ἐν τῶι ἱερῶι το]Πυθίου ἐν τῶι ἐπιφανεστάτωι
[τόπωι].
Search Help
Contact Us