[ ]
Phokis — Delphi — ca. 100 BC
| 1 | [ἄρχοντος — — —, βουλευό]ντων τὰν πρώταν ἑξάμηνο[ν — —] |
| [— — — τοῦ — — —, Πλε]ιστώνακτος τοῦ Νουμηνίου, γρ[αμμα]- | |
| [τεύοντος δὲ βουλᾶς Τιμολέων]ος τοῦ Ἐμμενίδα, ἐπεὶ Λύκος [Μορ]- | |
| [τύλου — — — ἀνὴρ καλὸς καὶ] ἀγαθὸς ὑπάρχων καὶ εὐσεβ[ῶς μὲν] | |
| 5 | [διακείμενος ποτὶ τὸ ἱερὸν τ]οῦ Ἀπόλλωνος, εὐνοικῶς δὲ ποτ[ὶ τὰν] |
| [πόλιν ἁμῶν, εὔχρηστον αὐτοσ]αυτὸν παρασκευάζει καὶ κοινᾶ[ι καὶ] | |
| [καθ’ ἰδίαν τοῖς ἐντυγχανόντο]ις τῶν πολιτᾶν σπουδᾶς καὶ φ[ιλο]- | |
| [τιμίας οὐδὲν ἐνλείπων, καὶ] νεανίσκους ἐλευθέρους τῶν [Δελ]- | |
| [φῶν τοὺς ἀπαχθέντας ὑ]πὸ ῥαιδιουργῶν καὶ κρυπτομέ- | |
| 10 | [νους ἐκ πολλοῦ ἀνέσωσε πᾶσαν κ]ακοπαθίαν ἀναδεξάμενος· ὅπ[ως] |
| [ἁ πόλις ἁμῶν φαίνηται εὐχαριστ]έουσα τοὺς εὐεργετεῖν αὐτὰ[ν] | |
| [ἀεὶ προαιρουμένους· δεδ]όχθαι τᾶι πόλει τῶν Δελφῶν ἐ[πὶ] | |
| [πᾶσι τοῖς προγεγραμμένοις] ἐπαινέσαι Λύκον Μορτύλου | |
| [ethnicum ἐπὶ τᾶι προαι]ρέσει ἇι ἔχων διατελεῖ ποτί τε | |
| 15 | [τὸ ἱερὸν τοῦ Ἀπόλλωνος κ]αὶ τὰν πόλιν καὶ ὑπάρχειν αὐ- |
| [τῶι καὶ ἐκγόνοις προ]ξενίαν, προμαντείαν, προδικί- | |
| [αν, ἀσυλίαν, προεδρίαν ἐμ] πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τί- | |
| [θητι, καὶ τἆλλα ὅσα καὶ τ]οῖς ἄλλοις προξένοις καὶ εὐεργέ- | |
| [ταις τᾶς πόλιος· ἀναγράψα]ι δὲ τόδε τὸ ψάφισμα τοὺς ἄρχον- | |
| 20 | [τας ἐν τῶι ἱερῶι το]ῦ Πυθίου ἐν τῶι ἐπιφανεστάτωι |
| [τόπωι]. |