[ ]
Phokis — Delphi — ca. 135 BC
| 1 | [․․․ ἐπα]ινέσαι Ξενοκρά[τη — —] |
| [Μεσ]σάνιον ἐπί τε τᾶι προ[αιρέσει καὶ τᾶι] | |
| εὐνοίαι ἇι ἔχει ποτὶ τὰν π[ό]λι[ν ἁμῶν] | |
| καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόν[οις πα]- | |
| 5 | ρὰ τᾶς πόλιος προξενίαν, προμ[αντεί]- |
| αν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, [προ]- | |
| εδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πό- | |
| λις τίθητι καὶ τὰ ἄλλα τίμια ὅσα καὶ τοῖς | |
| ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς | |
| 10 | πόλιος ὑπάρχει. ἄρχοντος Σωσιπά- |
| τρου τοῦ Αἰακίδα, βουλευόντων τὰν | |
| δευτέραν ἑξάμηνον Ἀμύντα τοῦ | |
| Εὐδώρου, Πάσωνος τοῦ Δαμένεος, | |
| γραμματεύοντος Ξένωνος τοῦ | |
| 15 | Πολύωνος. |