FD III 1:360
[ ] Phokis — Delphi — 263 BC
1 Δελ[φο]ὶ ἔ[δωκ]αν Εὐα[γ]γέλωι Ἀθανίπ[που Βοι]-
ωτίωι ἐχ Θηβ<ᾶν> αὐτῶι καὶ ἐκγόνοις πρ[οξενίαν],
προμαντείαν, προεδρίαν, προδικίαν, ἀσ[υλίαν],
ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα κα[ὶ τοῖς]
5 ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρ[χοντος]
Ἀμεινία, βουλευόντων Καλλικλεῦς, Ἐρασίππου,
Δεξίππου.
Search Help
Contact Us