FD III 1:358
[ ] Phokis — Delphi — 219/8 BC
1 ἔδοξε τᾶι πόλει ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ παργενόμενοι πρεσβευταὶ πὰρ τᾶς πόλιος
τῶν Θηβαίων τάν τε φιλίαν τὰν ποτὶ τὰν πόλιν καὶ τὰ εὐεργετήματα τὰ γεγονότα τοῖς Θηβαίοις εἰς τὸ ἱερὸν ὑπέμνα-
σαν καὶ περὶ τᾶς οἰκίας διελέγοντο ὅπως αὐτοῖς διατηρῆται καθάπερ καὶ πρότερον, ἐκόμιζον δὲ καὶ ψάφισμα ἐν ὧι
ἐγέγραπτο ὅτι τινοῖς τῶν παραγινομένων Θηβαίων οὐκ ἐδίδου κατάλυσιν Κράτων καθὼς ἔλαβον αὐτοῦ οἱ πρόγονοι
5 παρὰ τᾶς πόλιος τῶν Θηβαίων· ἀνακαλεσαμένων δὲ ἁμῶν εἰς τὰν ἐκκλησίαν οὔτε ἔφα ἀντιποιεῖσθαι
τᾶς οἰκίας τῶν Θηβαίων οὔτε ἀποκεκλείκειν οὐδένα τῶν παργινομένων, διαφυλάσσειν δὲ Θηβαίοις καθὼς καὶ οἱ
πρόγονοι παρέδωκαν αὐτῶι καὶ περιαγήσατο τοῖς πρεσβευταῖς μετὰ τῶν ἀρχόντων τόν τε ξενεῶνα καὶ
τὰν οἰκίαν ἐν ἇι Θεόκριτος οἴκει τὸ πρότερον καὶ τὰ ἐργαστήρια τὰ δύο τὰ ποτὶ τὰν στοὰν βλέποντα·
ὡμολόγει δὲ καὶ τὸ οἴκημα τὸ ἐνοικοδομημένον ἀποκαταστασεῖν ἐν τὸν ξενῶνα· ὅπως οὖν εἰδῶντι
10 Θηβαῖοι τὰν ὑπάρχουσαν φιλίαν καὶ εὔνοιαν τ[ᾶι πόλει τῶν Δελφῶν — — — —]ον․․ οἱ πρεσβευταὶ
ὅτι διαφυλάσσει ἁ πό[λις τ]ῶν Δελφῶν τ[ὰν φιλίαν τὰν ὑπάρχουσαν — — — — — — ἐν τοῖς] πρότερον χρόνοις·
περὶ δὲ τᾶς ἐπιγραφᾶς ․․․․․                        ․․․․ένωι Κράτωνι
οἱ πρεσβευταὶ οὓς εἵλ[ετο ἁ πόλις τῶν Θηβαίων]. vac.
Search Help
Contact Us