[ ]
Phokis — Delphi — ca. 250-200 BC — SEG 19.379; BCH 85.1961.78-85 — Bousquet
I.1 | [θεοί· τύχα. ἐπὶ ․․․10-12․․․ ἄρχοντος ἐν Δελφοῖς, ἱερομναμονούντων Αἰτωλῶ]ν Φι[λίπ]που Λαμιέος, Σιμάργου |
— — — — — — — — — — — — — — — — — — — — — — — —σ̣τα Προσχείου, Πολυξένου Λιμναίου, | |
— — — — — — — — — — — — — — — — — — — — — —λαιέος, Μνασιλαΐδα Ἀμβρακιώτα, | |
— — — — — — — — — — — — — — — — — — — — — — —σταίνου, Δελφῶν Τελεδάμου, Ἐμμενίδα, | |
5 | — — — — — — — — — — — — — — — — — — — — — — —ου Θαυμακοῦ, Πυθίοις. v ἐπειδὴ παρὰ |
[τᾶς πόλιος τῶν Θηβαίων ἀποσταλεὶς ὁ δεῖνα — — — — — — —] παρεκάλεσεν τοὺς Ἀμφικτίονας ὅπως ἂν | |
[ἐπιμέλειαν ποιήσωσι τᾶς ἀναγραφᾶς πάντων τῶν δεδογμένων ὑ]πὲρ τᾶν τριετηρίδων, καὶ γένηται ἐν | |
[παραδόσει αὐτά, δεδόχθαι τοῖς Ἀμφικτιόνεσσι, τὰ ὑπὲρ τᾶν τριε]τηρίδων ἀναγράψαι τὰ δόγματα τὰ | |
[ἐπὶ Νικάρχου ἄρχοντος δεδογμένα εἰς τὰν οἰκίαν τῶν Θηβαίων, εἶ]μεν δὲ αὐτὰ καὶ ἐν παραδόσει, καθὼς | |
10 | [παρακαλεῖ ὁ δεῖνα τοὺς Ἀμ]φικ[τίονας. vacat] vacat |
II.11 | [ἐπὶ Νικάρχου ἄρχοντος ἐν Δε]λφοῖς, π[υλαίας ὀπωρινῆς, ἔδοξεν τοῖς Ἀμφι]κτίοσιν· ὅπως ἂν ἡ θυσία τῶι Διονύσωι |
[ἡ τῶν τριετηρίδων καὶ οἱ] ἀγῶνες οὓς σ[υντελεῖ ἡ πόλις τῶν Θηβαίων καὶ τὸ κ]οινὸν τῶν τεχνιτῶν τῶν εἰς Ἰσθμὸν | |
[καὶ Νεμέαν συμπορευο]μένων γίνητ[αι ὡς κάλλιστα, ἐπιμελεῖσθαι] τοὺς ἱερομνήμονας οἳ ἂν ὦσιν ἐν τῶι | |
[συνεδρίωι ὁπόταν αἱ τ]ριετηρίδες κα[ὶ οἱ ἀγῶνες συντελῶνται ἐν τῶι Κα]δμείωι ἐν Θήβαις ὑπὲρ τού[των] | |
15 | [ὅπως ἕκαστα γίνηται] ἐν τῆι ἡμέρα[ι ἧι ἂν ἡ πόλις τῶν Θηβαίων καὶ τὸ κ]οινὸν τῶν τεχνιτῶ[ν] |
[ἐ]θελ[ήσω]σιν — — — — — — — — — — — — — — — — — — — — — — — — — — —ά̣ναι ἐν τῶι | |
ἱερῶι παρὰ τὸν ση[κὸν τῆς Σεμέλης ․․․․․․․․․․24-26․․․․․․․․․․· εἶ]ναι δὲ καὶ ἀσφάλειαν | |
καὶ ἀσυλίαν πᾶσι το[ῖς τεχνίταις τοῖς νεμηθεῖσιν εἰς τὰν θυσία]ν τῶν τριετηρίδων, | |
πένθ’ ἡμέρας πορευ[ομένοις, καὶ ἀπερχομένοις ἄλλας τοσαύτας], [κ]αὶ ἕως ἂν ἡ πανήγυρις | |
20 | γίνηται, καὶ αὐτοῖς κ[αὶ τοῖς συνεργαζομένοις αὐτοῖς πα]νταχοῦ· ἐὰν δέ τις παρὰ ταῦτα |
ἄγηι τινὰ ἢ ῥυσιάζηι, ὑ[πόδικος ἔστω ἐν Ἀμφικτίο]σιν· εἶναι δὲ καὶ τὸ ἱερὸν τοῦ | |
Διονύσου τοῦ Καδμείου [τὸ ἐν Θήβαις ἀπὸ πάντων ἄ]συλον καθάπερ καὶ τὸ ἐν Δελφοῖς· | |
τὴν δὲ θυσίαν καὶ ἐκεχε[ιρίαν ἐπαγγέλλειν] ἐπὶ τὰς πόλεις τήν τε τῶν Θηβαίων | |
πόλιν καὶ τοὺς τεχνίτας· κ[υρίους δ’ εἶναι οἰκονο]μοῦντας τὰ κατὰ τὸ ἱερὸν τόν τε ἱερέα τοῦ | |
25 | Διονύσου καὶ τοὺς ἐπιμελ[ητὰς τοὺς ὑπὸ τῶ]ν τεχνιτῶν εἱρημένους καὶ τὸν ἀγωνοθέτην |
Θηβαίων· ἀναγράψαι δὲ τὸν [γραμματέα τόδ]ε τὸ ψήφισμα ἐν στήλαις δυσὶν καὶ ἀναθεῖναι | |
τὴν μὲν ἐν Δελφοῖς ἐν τῶ[ι ἱερῶι τοῦ Ἀπόλλωνο]ς ὅπου ἂν δοκῆι ἐγ καλλίστωι εἶναι, τὴν δὲ | |
ἐν Θήβαις παρὰ τὸν σηκὸ[ν τῆς Σεμέλης, ἀν]αθεῖναι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν | |
δοκῆι ἐν καλλίστωι εἶναι. [ vacat ] vacat | |
III.30 | ἐπὶ Νικάρχου ἄρχοντος ἐ[ν Δελφοῖς, πυλαία]ς ὀπωρινῆς, ἔδοξεν τοῖς Ἀμφικτίοσιν· ἐπειδὴ |
ἁ πόλις τῶν Θηβαίων κα[ὶ οἱ τεχνῖται οἱ εἰς] Ἰσθμὸν καὶ Νεμέαν συντελοῦντες παρεκάλεσαν | |
τοὺς Ἀμφικτίονας τό τε [ἱε]ρὸν [τοῦ Διονύσου] ἄσυλον ποιῆσαι καὶ ἐπιμέλειαν ποιήσασθαι τᾶς | |
ἀ[σ]φαλείας καὶ τοῦ ἀγῶ[ν]ος· ὅπω[ς ἂν οὖν ἁ θυσία ἁ] τῶν τριετηρίδων ὡς κάλλιστα συντελῆται τῶι | |
Διονύσωι τῶι Καδμε[ίω]ι· δεδόχ[θαι τοῖς Ἀμφικτ]ιόνεσσι· αἴ τίς κα τῶν αὐλητᾶν ἢ τῶν χο- | |
35 | ρευτᾶν ἢ τῶν τραγωιδῶν ἢ τῶν κω[μωιδῶν τῶν νε]μηθέντων εἰς τὰς τριετηρίδας ὑπὸ τῶν τε- |
χνιτᾶν μὴ ἀγωνίζηται [τ]ὰς τριετηρίδα[ς καὶ τοὺς ἀγῶ]νας κατὰ τὸν νόμον τᾶς πόλιος τῶν Θηβαίων, | |
ἀλλὰ ὑγιαίνων λίπη[ι τὸν] ἀγῶνα, μὴ ε[ἶμεν αὐτῶι ἀσφ]άλειαν μηδὲ τοῖς συνεργαζομένοις αὐτῶι μή- | |
τε πολέμου μήτε εἰρά[να]ς· αἴ κα μὴ ἀγ[ωνίζηται, καἴ] κα ζαμιωθῇ ὑπὸ τοῦ ἀγωνοθέτα, καὶ ἀγώγιμος ἔ- | |
στω πανταχόθεν· [αἴ κά] τις πόλις ἢ [ἀρχεῖον ἢ ἰδιώτ]α̣ς̣ [τ]ὰν ζαμίαν ἀφέληται τὸν ἐζαμι[ωμ]ένον, | |
40 | cetera desiderantur |