[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος ἐν Δελφοῖς Νικάνδρου τοῦ Νικάνδ]ρου, μηνὸς Ἐνδ%⁸¹υσποιτροπίου ἐν δὲ Βόαις |
[— — τοῦ — —, μην]ὸς Ποκίου, βουλευόντων Διοδώρου τοῦ Ὀρεσ- | |
[τα Εὐδώρου τοῦ Ἐπινίκου(?) ἀπέδο]το Αἰνήσα Πολυξενίδα Βοαία τῷ Ἀπόλλωνι | |
[τῷ Πυθίῳ σῶμα ἀνδρεῖον οἰκογενὲς ᾧ ὄνομα] Σώτηρος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν | |
5 | [τιμὰν ἔχει πᾶσαν, ἐπὶ τοῖσδε ὥστε Σώτηρος ἐλεύθερ]ος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν |
[πάντα βίον. βεβαιωτῆρες κατὰ τὸ σύμβολον Εὐάγγε]λος Μεγάρτα Δελφὸς, Βοαῖος δὲ Εὔξενος | |
[Ἀλκέτα. εἰ δέ τις θέλοι ἐφάπτεσθαι Σωτή]ρου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ | |
[θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁ]μοίως δὲ καὶ ὁ παρατυχὼν ἐξουσίαν ἐ[χέ]- | |
[τω ἀφαιρείμενος Σώτηρον ὡς μηδενὶ μηδὲν ποθ]ήκοντα, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσα[ς δί]- | |
10 | [κας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς Διόδωρος Φιλονεί]κου, Διονύσιος Ἀστοξένου, Δάμ[ων Πο]- |
[λεμάρχου, καὶ ἰδιῶται — — — — Εὐφρόσυνος καὶ — — ο]ἱ Ἀγεμάχου. |