[ ] Phokis — Delphi — ca. 90 BC
1 ἄρχοντος Βαβύλου, βου[λευόντων] Τιμολέωνο[ς],
Κλεομάντιος, Ἄρχωνος, Μελισσίωνος, ἀπέδοτο Ἐπι-
σθένης Θεοτίμου τῶι Ἀπόλλωνι ἐπ’ ἐλευθερίαι
σῶμα γυναικεῖον ἇι ὄνομα Ἑλλάς, τιμᾶς ἀργυρίου 𐅖𐅖 {⁸2 mn.}⁸
5 καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ Μαντίας Κλεο-
δάμου. ἐξουσίαν δὲ ἐχέτω Ἑλλὰς ποιοῦσα ὅ θέλει, καὶ
ἀποτρέχουσα οἷς θέλει. μάρτυροι Ἁγίων, Πυρρίας,
Κλεώνδας, Εὐάμερος, Διόδωρος Ἄρχωνος.
Search Help
Contact Us