[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος — — τοῦ — —, βουλευ]όντων τ[ὰ]ν δε[υτέραν ἑξάμηνον — —, — —, — —· ἐπεὶ ὁ δᾶμος τῶν]
[Κνιδίων καὶ πρότερον εὐσεβῶς μὲν διακείμενος ποτὶ τὸ]ν θεὸν κ[α]ὶ τὸ ἱε[ρόν, εὐνοϊκῶς δὲ ποτὶ τὰν πόλιν ἁμῶν διετέλει — — — —]
[— — — — — — καὶ νῦν ψάφισμα ἀποσ]τείλας καὶ θεωρ[οὺς ἐν Δελφοὺς — — — —]
[— — — — ἀνανεοῦταί τε τὰν φιλίαν τὰν ὑπάρχουσ]αν αὐτῶι ποτὶ τ[ὰν πόλιν — — — —]
5 [— — — — — — — — καὶ προ]χειρίζεται τι[μᾶν τὰν Ἀρτέμιδα τὰν Ὑακινθοτρόφον θυσίαι τε καὶ ἀγώνοις ․․․․․]
[— — ὅπως οὖν καὶ ἁ πόλις φαίνηται ἐπ]ὶ πλεῖον συ[ναύξειν προαιρουμένα τὰς τιμὰς τὰς ἐψαφισμένας τᾶι θεῶι — — — —]
[ἀγαθᾶι τύ]χαι· δεδόχθαι τᾶι πό]λει τῶν Δελφ[ν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις ἐπαινέσαι τὸν δᾶμον τῶν Κνιδίων ἐπὶ τοῖς πρό]-
τερον [ὑ]π’ αὐτοῦ πεπραγμένοις [ε]ὐχαρίστοις πο[λλοῖς καὶ νῦν ἐπὶ τᾶι εὐσεβείαι ἇς ἀποδείξεις ποιεῖται — — — — τᾶι Ἀρτέμιδι τᾶι]
Ὑακινθοτρόφωι, καὶ ἀποδεδέχθαι τ]ὰν πόλιν τὰν [θυσίαν — — — — — — — — — — καὶ τοὺς ἀγῶνας μουσικὸν καὶ]
10 γυμνικὸν ἰσοπυθίους καὶ ὅτι δω[․․․․․․․․ α]ὐτᾶ[ι — — — — — — — — καθὼς κε]λεύοντι·
δόμεν δὲ καὶ τὰς ἀπαρχὰς το[ῖς θεωροῖς — — — — — — — — — — — — — —]ι· ἀποστέλλειν δὲ
τὰν πό[λ]ιν καὶ θεωροὺς ἐπὶ [τὰ Ὑακινθοτρόφια καθ’ ἑκάσταν πενταετηρίδα ἐν Κνίδον· ἐπαινέσαι δὲ καὶ τοὺς Κνιδίων πρεσβευτὰ]ς καὶ θεωροὺς
Ἀπολλό[δ]οτον Ἀπολλ․․․․․․, [— — — —, — — — — ἐπὶ τᾶι ἀναστροφᾶι καὶ ἐπιδιαμίαι ἇι πεποίηντα]ι ἀξίως
τοῦ τε δά[μο]υ τοῦ ἐ[ξαποστείλαντος αὐτοὺς καὶ τᾶς ἁμετέρας πόλιος· καὶ δεδόσθαι αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προδ]ικίαν, ἀσυλίαν,
15 ἀτέλεια[ν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ τἆλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις· κ]αλέσαι δὲ αὐτοὺς
καὶ ἐπὶ ξ[ένια τοὺς ἄρχοντας ἐπὶ τὰν κοινὰν ἑστίαν ἐν τὸ πρυτανεῖον]·
καὶ τὸ ἀ[ντίγραφον τοῦ ψαφίσματος ἀποστεῖλαι ποτὶ τὸν δᾶμον τῶν Κνιδίων].
Search Help
Contact Us