[ ] Phokis — Delphi — 1st c. AD
1 ἄρχοντος Δαμοξένου τοῦ Διοδώρου, μηνὸς Θεοξενίου, βουλευόντων Λέωνος
τοῦ Ξενοφάντου, Ἀριστοκλέος τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐκλείδας
Ἡρακλείδα. συνευαρεστεόντων καὶ τῶν ἐκγόνων αὐτοῦ Εὐκλείδα, Κλεοθήρου.
Μνασοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικῆον οἰκογενὲς ᾧ ὄνομα Εὐαμέρις,
5 τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺς
νόμους τᾶς πόλιος Διόδωρος Ὀρέστα· καθὼς ἐπίστευσε Εὐαμέρις τῶι θεῶι τὰν ὠ-
νὰν ἐφ’ ᾧτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον.
εἰ δέ τις ἐφάπτοιτο Εὐαμέριος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θε-
ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ἄλλος ὁ παρατυ-
10 χὼν κύριος ἔστω συλέων Εὐαμέριν ὡς ἐλευθέραν. ἀζάμιος ὢν καὶ ἀνυπόδικος
πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονεί-
κου, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου· καὶ ἰδιῶται Αἰακίδας Εὐκλεί-
δα, Νίκανδρος Νικάνδρου, Μελισσίων Διονυσίου, Ἐπίνικος Νικοστράτου,
Εὔδωρος Ἐπινίκου.
15
Search Help
Contact Us